previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[5] εὖ λέγεις: ἐγὼ γέ τοι παρὰ Εὐκράτους ἥκω σοι τοῦ πάνυ, πολλὰ τὰ ἄπιστα καὶ μυθώδη ἀκούσας: μᾶλλον δὲ μεταξὺ λεγομένων ἀπιὼν ᾠχόμην οὐ φέρων τοῦ πράγματος τὴν ὑπερβολήν, ἀλλά με ὥσπερ αἱ Ἐρινύες ἐξήλασαν πολλὰ τεράστια καὶ ἀλλόκοτα διεξιόντες.^

Φιλοκλῆς
καίτοι, Τυχιάδη, ἀξιόπιστός τις Εὐκράτης ἐστίν, καὶ οὐδεὶς ἂν οὐδὲ πιστεύσειεν ὡς ἐκεῖνος οὕτω βαθὺν πώγωνα καθειμένος ἑξηκοντούτης ἀνήρ, ἔτι καὶ φιλοσοφίᾳ συνὼν τὰ πολλά, ὑπομείνειεν ἂν καὶ ἄλλου τινὸς ψευδομένου ἐπακοῦσαι παρών, οὐχ ὅπως αὐτός τι τολμῆσαι τοιοῦτον.

Τυχιάδης
οὐ γὰρ οἶσθα, ἑταῖρε, οἷα μὲν εἶπεν, ὅπως δὲ αὐτὰ ἐπιστώσατο, ὡς δὲ καὶ ἐπώμνυτο τοῖς πλείστοις, παραστησάμενος τὰ παιδία, ὥστε με ἀποβλέποντα εἰς αὐτὸν ποικίλα ἐννοεῖν, ἄρτι μὲν ὡς μεμήνοι καὶ ἔξω εἴη τοῦ καθεστηκότος, ἄρτι δὲ ὡς γόης ὢν ἄρα τοσοῦτον χρόνον ἐλελήθει με [p. 328] ὑπὸ τῇ λεοντῇ γελοῖόν τινα πίθηκον περιστέλλων οὕτως ἄτοπα διηγεῖτο.

Φιλοκλῆς
τίνα ταῦτα πρὸς τῆς Ἑστίας, Τυχιάδη; ἐθέλω γὰρ εἰδέναι ἥντινα τὴν ἀλαζονείαν ὑπὸ τηλικούτῳ τῷ πώγωνι ἔσκεπεν.

Τυχιάδης

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: