previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[36] ἔδει ποιεῖν. ἐγὼ δὲ εἰς τὴν ὑστεραίαν ἐκείνου τι κατὰ τὴν ἀγορὰν πραγματευομένου λαβὼν τὸ ὕπερον σχηματίσας ὁμοίως, ἐπειπὼν τὰς συλλαβάς, ἐκέλευσα ὑδροφορεῖν. ἐπεὶ δὲ ἐμπλησάμενον τὸν ἀμφορέα ἐκόμισε, ' ‘ πέπαυσο,'’ ἔφην, ' ‘ καὶ μηκέτι ὑδροφόρει, ἀλλ᾽ ἴσθι αὖθις ὕπερον:’ τὸ δὲ οὐκέτι μοι πείθεσθαι ἤθελεν, ἀλλ᾽ ὑδροφόρει ἀεί, ἄχρι δὴ ἐνέπλησεν ἡμῖν ὕδατος τὴν οἰκίαν ἐπαντλοῦν. ἐγὼ δὲ ἀμηχανῶν τῷ πράγματιἐδεδίειν γὰρ μὴ Παγκράτης ἐπανελθὼν ἀγανακτήσῃ, ὅπερ καὶ ἐγένετοἀξίνην λαβὼν διακόπτω τὸ ὕπερον εἰς δύο μέρη: τὰ δέ, ἑκάτερον τὸ μέρος,^ ἀμφορέας λαβόντα ὑδροφόρει καὶ ἀνθ᾽ ἑνὸς δύο μοι ἐγεγένηντο οἱ διάκονοι. ἐν τούτῳ καὶ Παγκράτης ἐφίσταται καὶ συνεὶς τὸ γενόμενον ἐκεῖνα μὲν αὖθις ἐποίησε ξύλα, ὥσπερ ἦν πρὸ τῆς ἐπῳδῆς, αὐτὸς δὲ ἀπολιπών με λαθὼν οὐκ ὅποι ἀφανὴς ᾤχετο ἀπιών. νῦν οὖν,’ ἔφη Δεινόμαχος, ‘οἶσθα κἂν ἐκεῖνο, ἄνθρωπον ποιεῖν ἐκ τοῦ ὑπέρου;’ ‘νὴ Δί᾽, δ᾽ ὅς, ἐξ ἡμισείας γε: οὐκέτι γὰρ εἰς τὸ ἀρχαῖον οἷόν τέ μοι ἀπάγειν. αὐτό, ἢν ἅπαξ [p. 376] γένηται ὑδροφόρος, ἀλλὰ δεήσει ἡμῖν ἐπικλυσθῆναι τὴν οἰκίαν ἐπαντλουμένην.’ ‘ ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: