previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19] νὴ Δί᾽,’ ἦν δ᾽ ἐγώ, ‘εἶδόν τινα ἐπὶ δεξιὰ τοῦ κρουνοῦ ταινίας καὶ στεφάνους ξηροὺς ἔχοντα, κατακεχρυσωμένον πετάλοις τὸ στῆθος.’ ‘ἐγὼ δέ,’ Εὐκράτης ἔφη, ‘ ἐκεῖνα ἐχρύσωσα, ὁπότε μ᾽ ἰάσατο διὰ τρίτης ὑπὸ τοῦ ἠπιάλου ἀπολλύμενον.’ ‘ γὰρ καὶ ἰατρός,’ ἦν δ᾽ ἐγώ, ‘ βέλτιστος ἡμῖν Πέλλιχος οὗτός ἐστιν;’ ‘ μὴ σκῶπτε,’ δ᾽ ὃς Εὐκράτης, ‘ σε οὐκ εἰς μακρὰν μέτεισιν ἀνήρ οἶδα ἐγὼ ὅσον δύναται οὗτος ὑπὸ σοῦ γελώμενος ἀνδριάς. οὐ νομίζεις τοῦ αὐτοῦ εἶναι καὶ ἐπιπέμπειν ἠπιάλους οἷς ἂν ἐθέλῃ, εἴ γε καὶ ἀποπέμπειν δυνατὸν αὐτῷ;’ ‘ ἵλεως,’ ἦν δ᾽ ἐγώ, ‘ ἔστω ἀνδριὰς καὶ ἤπιος οὕτως ἀνδρεῖος ὤν. τί δ᾽ οὖν καὶ ἄλλο ποιοῦντα ὁρᾶτε αὐτὸν ἅπαντες οἱ ἐν τῇ οἰκίᾳ;’ ‘ἐπειδὰν τάχιστα,’ ἔφη, ‘ νὺξ γένηται, δὲ καταβὰς ἀπὸ τῆς βάσεως ἐφ᾽ ἕστηκε περίεισιν ἐν κύκλῳ τὴν οἰκίαν, καὶ πάντες ἐντυγχάνομεν αὐτῷ ἐνίοτε καὶ ᾁδοντι, καὶ οὐκ ἔστιν ὅντινα ἠδίκησεν ἐκτρέπτεσθαι γὰρ χρὴ μόνον δὲ παρέρχεται μηδὲν ἐνοχλήσας τοὺς ἰδόντας. καὶ μὴν καὶ λούεται τὰ πολλὰ καὶ παίζει δι᾽ ὅλης τῆς νυκτός, ὥστε ἀκούειν τοῦ ὕδατος ψοφοῦντος.’ ‘ὅρα τοίνυν,’ ἦν δ᾽ ἐγώ, ‘μὴ οὐχὶ Πέλλιχος ἀνδριάς, ἀλλὰ Τάλως Κρὴς τοῦ Μίνωος : καὶ [p. 350] γὰρ ἐκεῖνος χαλκοῦς τις ἦν τῆς Κρήτης περίπολος. εἰ δὲ μὴ χαλκοῦ, Εὔκρατες, ἀλλὰ ξύλου πεποίητο, οὐδὲν αὐτὸν ἐκώλυεν οὐ Δημητρίου ἔργον εἶναι, ἀλλὰ τῶν Δαιδάλου τεχνημάτων δραπετεύει γοῦν, ὡς φής, ἀπὸ τῆς βάσεως καὶ οὗτος.’ ‘ ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: