previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[15] εἰ ταῦτα εἶδες, Τυχιάδη, οὐκ ἂν ἔτι ἠπίστησας εἶναι πολλὰ ἐν ταῖς ἐπῳδαῖς χρήσιμα.’ ‘εὖ λέγεις,’ ἦν δὲ ἐγώ: ‘ ἐπίστευον γὰρ ἄν, εἲ γε εἶδον αὐτά, νῦν δὲ συγγνώμη, οἶμαι, εἰ μὴ τὰ ὅμοια ὑμῖν ὀξυδορκεῖν ἔχω πλὴν ἀλλ᾽ οἶδα γὰρ τὴν Χρυσίδα ἣν λέγεις, ἐραστὴν γυναῖκα καὶ πρόχειρον, οὐχ ὁρῶ δὲ τίνος ἕνεκα ἐδεήθητε ἐπ᾽ αὐτὴν τοῦ πηλίνου πρεσβευτοῦ καὶ μάγου τοῦ ἐξ Ὑπερβορέων καὶ Σελήνης αὐτῆς, ἣν εἴκοσι δραχμῶν ἀγαγεῖν εἰς Ὑπερβορέους δυνατὸν ἦν. πάνυ γὰρ ἐνδίδωσιν πρὸς ταύτην τὴν ἐπῳδὴν γυνὴ καὶ τὸ ἐναντίον τοῖς φάσμασιν πέπονθεν ἐκεῖνα μὲν γὰρ ἢν ψόφον ἀκούσῃ χαλκοῦ σιδήρου, πέφευγεκαὶ ταῦτα γὰρ ὑμεῖς φατεαὕτη δὲ ἂν ἀργύριόν που ψοφῇ, ἔρχεται πρὸς τὸν ἦχον. ἄλλως τε καὶ αὐτοῦ θαυμάζω τοῦ μάγου, εἰ δυνάμενος αὐτὸς ἐρᾶσθαι πρὸς τῶν πλουσιωτάτων γυναικῶν καὶ τάλαντα ὅλα παρ᾽ αὐτῶν λαμβάνειν, δὲ τεττάρων μνῶν πάνυ σμικρολόγος ὢν ^ Γλαυκίαν ἐπέραστον ἐργάζεται.’ ‘ [p. 344] Γελοῖα ποιεῖς,’ ἔφη Ἴων, ‘ ἀπιστῶν ἅπασιν. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: