Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[10]
σύ μοι δοκεῖς,’ ἦ δ᾽ ὃς ὁ Δεινόμαχος, ‘τὰ τοιαῦτα λέγων οὐδὲ θεοὺς εἶναι πιστεύειν εἴ γε μὴ οἴει τὰς ἰάσεις οἷόν τε εἶναι ὑπὸ ἱερῶν ὀνομάτων γίγνεσθαι.’
‘ τοῦτο μέν,’ ἦν δ᾽ ἐγώ, ‘μὴ λέγε,
ὦ ἄριστε: κωλύει γὰρ οὐδὲν καὶ θεῶν ὄντων ὅμως
τὰ τοιαῦτα ψευδῆ εἶναι. ἐγὼ δὲ καὶ θεοὺς σέβω
καὶ ἰάσεις αὐτῶν ὁρῶ καὶ ἃ εὖ ποιοῦσι τοὺς κάμνοντας ὑπὸ φαρμάκων καὶ ἰατρικῆς ἀνιστάντες:
ὁ γοῦν Ἀσκληπιὸς αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ
ἤπια φάρμακα πάσσοντες ἐθεράπευον τοὺς
νοσοῦντας, οὐ λεοντᾶς καὶ μυγαλᾶς περιάπτοντες.’
‘
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.