This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
ἔτι ἄρασθαι δυνάμενος. σὺ δέ μοι ἐκεῖνο εἰπέ,
‘τίς τ᾽ ἄρ᾽ ὅδ᾽ ἄλλος ὁ σεμνὸς ἀνήρ;’
οὐχ Ἕλλην, ὡς ἔοικεν, ἀπὸ γοῦν τῆς στολῆς.
Ἑρμῆς
Κῦρος, ὦ Χάρων, ὁ Καμβύσου, ὃς τὴν ἀρχὴν πάλαι Μήδων ἐχόντων νῦν Περσῶν ἤδη ἐποίησεν εἶναι: καὶ Ἀσσυρίων δ᾽ ἔναγχος οὗτος ἐκράτησε καὶ Βαβυλῶνα παρεστήσατο καὶ νῦν ἐλασείοντι ἐπὶ Λυδίαν ἔοικεν, ὡς καθελὼν τὸν Κροῖσον ἄρχοι ἁπάντων. ^ Χάρων
ὁ Κροῖσος δὲ ποῦ ποτε κἀκεῖνός ἐστιν; Ἑρμῆς
ἐκεῖσε ἀπόβλεψον ἐς τὴν μεγάλην ἀκρόπολιν, τὴν τὸ τριπλοῦν τεῖχος: Σάρδεις ἐκεῖναι, καὶ τὸν Κροῖσον αὐτὸν ὁρᾷς ἤδη ἐπὶ κλίνης χρυσῆς καθήμενον, Σόλωνι τῷ Ἀθηναίῳ διαλεγόμενον, βούλει ἀκούσωμεν αὐτῶν ὅ τι καὶ λέγουσι; Χάρων
πάνυ μὲν οὖν. Κροῖσος

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.