Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
οὐκοῦν ἐξηπάτηται ὁ Ζεὺς οἰόμενός σε κατὰ
τὰ αὐτῷ δοκοῦντα πλουτίζειν ὅσους ἂν οἴηται τοῦ πλουτεῖν ἀξίους;
Πλοῦτος
καὶ μάλα δικαίως, ὦγαθέ, ὅς γε τυφλὸν ὄντα [p. 354] εἰδὼς ἔπεμπεν ἀναζητήσοντα δυσεύρετον οὕτω χρῆμα καὶ πρὸ πολλοῦ ἐκλελοιπὸς ἐκ τοῦ βίου, ὅπερ οὐδ᾽ ὁ Λυγκεὺς ἂν ἐξεύροι ῥᾳδίως, ἀμαυρὸν οὕτω καὶ μικρὸν ὄν. τοιγαροῦν ἅτε τῶν μὲν ἀγαθῶν ὀλίγων ὄντων, πονηρῶν δὲ πλείστων ἐν ταῖς πόλεσι τὸ πᾶν ἐπεχόντων, ῥᾷον ἐς τοὺς τοιούτους ἐμπίπτω περιιὼν καὶ σαγηνεύομαι πρὸς αὐτῶν. Ἑρμῆς
εἶτα πῶς ἐπειδὰν καταλίπῃς αὐτοὺς ῥᾳδίως φεύγεις, οὐκ εἰδὼς τὴν ὁδόν; Πλοῦτος
Ὀξυδερκὴς τότε πως καὶ ἀρτίπους γίνομαι πρὸς μόνον τὸν καιρὸν τῆς φυγῆς. Ἑρμῆς

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.