previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[24] εἴ τις Κυνίσκου τουτουὶ κατηγορεῖ, δεῦρο προσίτω.

Κυνίσκος
οὐδεὶς προσέρχεται.

Ῥαδάμανθυς
ἀλλ᾽ οὐχ ἱκανὸν τοῦτο, Κυνίσκε: ἀπόδυθι δέ, ὅπως ἐπισκοπήσω σε ἀπὸ τῶν στιγμάτων.

Κυνίσκος
ποῦ γὰρ ἐγὼ στιγματίας ἐγενόμην;

Ῥαδάμανθυς
ὁπόσα ἄν τις ὑμῶν πονηρὰ ἐργάσηται παρὰ τὸν βίον, καθ᾽ ἕκαστον αὐτῶν ἀφανῆ στίγματα ἐπὶ τῆς ψυχῆς περιφέρει.

Κυνίσκος
ἰδού σοι γυμνὸς παρέστηκα: ὥστε ἀναζήτει ταῦτα ἅπερ σὺ φὴς τὰ στίγματα.

Ῥαδάμανθυς
καθαρὸς ὡς ἐπίπαν οὑτοσὶ πλὴν τούτων τριῶν τεττάρων ἀμαυρῶν πάνυ καὶ ἀσαφῶν στιγμάτων. καίτοι τί τοῦτο; ἴχνη μὲν καὶ σημεῖα πολλὰ τῶν ἐγκαυμάτων, οὐκ οἶδα δὲ ὅπως ἐξαλήλιπται, μᾶλλον δὲ ἐκκέκοπται. πῶς ταῦτα, Κυνίσκε, πῶς καθαρὸς ἐξ ὑπαρχῆς ἀναπέφηνας;

Κυνίσκος
ἐγώ σοι φράσω: πάλαι πονηρὸς δι᾽ ἀπαιδευσίαν γενόμενος καὶ πολλὰ διὰ τοῦτο ἐμπολήσας στίγματα, ἐπειδὴ τάχιστα φιλοσοφεῖν ἠρξάμην κατ᾽ ὀλίγον ἁπάσας τὰς κηλῖδας ἐκ τῆς ψυχῆς ἀπελουσάμην. [p. 48]

Ῥαδάμανθυς
ἀγαθῷ γε οὗτος καὶ ἀνυσιμωτάτῳ χρησάμενος τῷ φαρμάκῳ. ἀλλ᾽ ἄπιθι ἐς τὰς Μακάρων νήσους τοῖς ἀρίστοις συνεσόμενος, κατηγορήσας γε πρότερον οὗ φὴς τυράννου. ἄλλους προσκάλει.

Μίκυλλος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: