This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
ἄγε δὴ τὰ πορθμεῖα πρῶτον ἡμῖν ἀπόδοτε: καὶ σὺ δός: παρὰ πάντων ἤδη ἔχω. δὸς καὶ σὺ
τὸν ὀβολόν, ὦ Μίκυλλε.
Μίκυλλος
παίζεις, ὦ Χάρων, ἢ καθ᾽ ὕδατος, φασίν, γράφεις παρὰ Μικύλλου δὴ ^ τινα ὀβολὸν προσδοκῶν. ἀρχὴν δὲ οὐδὲ οἶδα εἰ τετράγωνόν ἐστιν ὁ ὀβολὸς ἢ στρογγύλον. Χάρων
Ὢ καλῆς ναυτιλίας καὶ ἐπικερδοῦς τήμερον. [p. 42] ἀποβαίνετε δ᾽ ὅμως: ἐγὼ δὲ ἵππους καὶ βοῦς καὶ. κύνας καὶ τὰ λοιπὰ ζῷα μέτειμι: διαπλεῦσαι γὰρ ἤδη κἀκεῖνα δεῖ. Κλωθώ
ἄπαγε αὐτούς, ὦ Ἑρμῆ, παραλαβών ἐγὼ δὲ αὐτὴ ἐς τὸ ἀντιπέρας ἀναπλευσοῦμαι Ἰνδοπάτην καὶ Ἡραμίθρην τοὺς Σῆρας διάξουσα: τεθνᾶσι γὰρ δὴ πρὸς ἀλλήλων περὶ γῆς ὅρων μαχόμενοι. Ἑρμῆς
Προΐωμεν, ὦ οὗτοι: μᾶλλον δὲ πάντες ἑξῆς ἕπεσθέ μοι. Μίκυλλος

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.