previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11] οὐκοῦν ἀλλὰ τοῦτό γε μὴ ἀντείπῃς Μοῖρά μοι.

Κλωθώ
τὸ ποῖον;

Μεγαπένθης
εἰδέναι βούλομαι τὰ μετ᾽ ἐμὲ ὅντινα ἕξει τὸν τρόπον.

Κλωθώ
ἄκουε: μᾶλλον γὰρ ἀνιάσῃ μαθών. τὴν μὲν γυναῖκα Μίδας δοῦλος ἕξει, καὶ πάλαι δὲ αὐτὴν ἐμοίχευεν.

Μεγαπένθης
κατάρατος, ὃν ἐγὼ πειθόμενος αὐτῇ ἀφῆκα ἐλεύθερον;

Κλωθώ
θυγάτηρ δέ σοι ταῖς παλλακίσι τοῦ νυνὶ τυραννοῦντος ἐγκαταλεγήσεται: αἱ εἰκόνες δὲ καὶ ἀνδριάντες οὓς πόλις ἀνέστησέ σοι πάλαι πάντες ἀνατετραμμένοι γέλωτα παρέξουσι τοῖς θεωμένοις.

Μεγαπένθης
εἰπέ μοι, τῶν φίλων δὲ οὐδεὶς ἀγανακτήσει τοῖς δρωμένοις;

Κλωθώ
τίς γὰρ ἦν σοι φίλος; ἐκ τίνος αἰτίας γενόμενος; ἀγνοεῖς ὅτι πάντες οἱ καὶ προσκυνοῦντες . καὶ τῶν λεγομένων καὶ πραττομένων ἕκαστα [p. 24] ἐπαινοῦντες φόβῳ ἐλπίσι ταῦτα ἔδρων, τῆς ἀρχῆς ὄντες φίλοι καὶ πρὸς τὸν καιρὸν ἀποβλέποντες;

Μεγαπένθης
καὶ μὴν σπένδοντες ἐν τοῖς συμποσίοις μεγάλῃ τῇ φωνῇ ἐπηύχοντό μοι πολλὰ καὶ ἀγαθά, προαποθανεῖν ἕκαστος αὐτῶν ἕτοιμος, εἰ οἷόν τε εἶναι: καὶ ὅλως, ὅρκος αὐτοῖς ἦν ἐγώ.

Κλωθώ
τοιγαροῦν παρ᾽ ἑνὶ αὐτῶν χθὲς δειπνήσας ἀπέθανες: τὸ γὰρ τελευταῖόν σοι πιεῖν ἐνεχθὲν ἐκεῖνο δευρὶ κατέπεμψέ σε.

Μεγαπένθης
τοῦτ᾽ ἄρα πικροῦ τινος ᾐσθόμην τί βουλόμενος δὲ ταῦτα ἔπραξε;

Κλωθώ
. πολλά με ἀνακρίνεις, ἐμβῆναι δέον,

Μεγαπένθης

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: