This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ἐπεδήμουν ποτὲ Κυβέλῳ, — τὸ δέ ἐστι πολίχνιον
οὐκ ἀηδές, ἄποικον, ὡς ἔχει λόγος, Ἀθηναίων — ἐπηγόμην δὲ καὶ τὸ κράτιστον Ῥῶ, γειτόνων τὸ βέλτιστον κατηγόμην δὲ παρὰ κωμῳδιῶν τινι ποιητῇ: Λυσίμαχος ἐκαλεῖτο, Βοιώτιος μέν, ὡς
ἐφαίνετο, τὸ γένος ἀνέκαθεν, ἀπὸ μέσης δὲ ἀξιῶν λέγεσθαι τῆς Ἀττικῆς: παρὰ τούτῳ δὴ τῷ ξένῳ τὴν τοῦ Ταῦ τούτου πλεονεξίαν ἐφώρασα: μέχρι μὲν γὰρ ὀλίγοις ἐπεχείρει, τέτταρα κατατολμῶν
καὶ τετταράκοντα λέγειν, ἔτι δὲ τήμερον καὶ
τὰ ὅμοια ἐπισπώμενον ἴδια ταυτὶ λέγειν, ἀποστεροῦν με τῶν συγγεγενημένων καὶ συντεθραμμένων γραμμάτων, συνήθειαν ᾤμην ^ καὶ οἰστὸν ἦν μοι
τὸ ἄκουσμα καὶ οὐ πάνυ τι ἐδακνόμην ἐπ᾽ αὐτοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.