This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τὸ δ᾽ αὐτὸ τοῦτο καὶ οἱ δίκαιοι τῶν παίδων
[p. 212]
πράττουσιν καὶ οἱ χρηστοὶ τῶν πατέρων: οὔτε γὰρ νέος καλὸς κἀγαθὸς ἄλλον ἂν προτιμήσαι τοῦ πατρὸς οὔτε πατὴρ καταμελήσας τοῦ παιδὸς
ἕτερον ἂν στέρξαι νέον, ἀλλὰ τοσοῦτόν γε οἱ
πατέρες νικώμενοι προσνέμουσι τοῖς παισίν, ὥστε καὶ κάλλιστοι καὶ μέγιστοι καὶ τοῖς πᾶσιν ἄριστα κεκοσμημένοι οἱ παῖδες αὐτοῖς εἶναι δοκοῦσιν. ὅστις δὲ μὴ τοιοῦτός ἐστι δικαστὴς πρὸς τὸν υἱόν,
οὐ δοκεῖ μοι πατρὸς ὀφθαλμοὺς ἔχειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.