previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[10] ὅσον δὲ τῆς εὐνοίας τῆς πρὸς τὰς πατρίδας μέτεστιν τοῖς ὡς ἀληθῶς γνησίοις πολίταις μάθοι τις ἂν ἐκ τῶν αὐτοχθόνων οἱ μὲν γὰρ ἐπήλυδες καθάπερ νόθοι ῥᾳδίας ποιοῦνται τὰς μεταναστάσεις, τὸ μὲν τῆς πατρίδος ὄνομα μήτε εἰδότες μήτε στέργοντες, ἡγούμενοι δ᾽ ἁπανταχοῦ τῶν ἐπιτηδείων εὐπορήσειν, μέτρον εὐδαιμονίας τὰς τῆς γαστρὸς ἡδονὰς τιθέμενοι. οἷς δὲ καὶ μήτηρ πατρίς, ἀγαπῶσι τὴν γῆν ἐφ᾽ ἧς ἐγένοντο καὶ ἐτράφησαν, κἂν ὀλίγην ἔχωσι, κἂν τραχεῖαν καὶ λεπτόγεων κἂν ἀπορῶσι τῆς γῆς ἐπαινέσαι τὴν ἀρετήν, τῶν γε ὑπὲρ τῆς πατρίδος οὐκ ἀπορήσουσιν ἐγκωμίων. ἀλλὰ κἂν ἴδωσιν ἑτέρους σεμνυνομένους πεδίοις ἀνειμένοις καὶ λειμῶσι φυτοῖς παντοδαποῖς διειλημμένοις, καὶ αὐτοὶ τῶν τῆς [p. 218] πατρίδος ἐγκωμίων οὐκ ἐπιλανθάνονται, τὴν δὲ ἱπποτρόφον ὑπερορῶντες τὴν κουροτρόφον ἐπαινοῦσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: