Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
καὶ μὴν οὐ κατά γε σκιὰν μόνην οὐδὲ κατὰ
πλατάνου κάλλος ἡ ὑποδοχή, οὐδ᾽ ἂν τὴν ἐπὶ τῷ Ἰλισσῷ καταλιπὼν τὴν ' βασιλέως λέγῃς τὴν χρυσῆν ἐκείνης μὲν γὰρ ἐν τῇ πολυτελείᾳ μόνῃ
τὸ θαῦμα, τέχνη δὲ ἢ κάλλος ἢ τέρψις ἢ τὸ
[p. 182] σύμμετρον ἢ τὸ εὔρυθμον οὐ συνείργαστο οὐδὲ
κατεμέμικτο τῷ χρυσῷ, ἀλλ᾽ ἦν βαρβαρικὸν τὸ θέαμα, πλοῦτος μόνον καὶ φθόνος τῶν ἰδόντων καὶ
εὐδαιμονισμὸς τῶν ἐχόντων ἔπαινος δὲ οὐδαμοῦ προσῆν. οὐδὲ γὰρ ἔμελε τοῖς Ἀρσακίδαις τῶν καλῶν οὐδὲ πρὸς τὸ τερπνὸν ἐποιοῦντο τὰς
ἐπιδείξεις οὐδ᾽ ἐφρόντιζον εἰ ἐπαινέσονται οἱ θεαταί, ἀλλ᾽ ὅπως ἐκπλαγήσονται. οὐ φιλόκαλοι
γάρ, ἀλλὰ φιλόπλουτοὶ εἰσιν οἱ βάρβαροι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.