previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] τὸ δὲ ἄλλο σῶμα μὲν κεφαλὴ λεπτότατα τῷ αὐχένι συνέχεται καὶ ἔστιν εὐπεριάγωγος, οὐ συμπεφυκυῖα ὡς τῶν ἀκρίδων ὀφθαλμοὶ δὲ προπετεῖς, πολὺ τοῦ κέρατος ἔχοντες: στέρνον εὐπαγές, καὶ ἐμπεφύκασιν αὐτῇ τῇ ἐντομῇ οἱ πόδες οὐ κατὰ τοὺς σφῆκας πάνυ ἐσφιγμένῃ.^ γαστὴρ δὲ ὠχύρωται καὶ αὐτῇ ^ καὶ θώρακι ἔοικεν ζώνας πλατείας καὶ φολίδας ἔχουσα. ἀμύνεται μέντοι οὐ κατὰ τοὐρροπύγιον ὡς σφὴξ καὶ μέλιττα, ἀλλὰ τῷ στόματι καὶ τῇ προβοσκίδι, ἣν κατὰ τὰ αὐτὰ τοῖς ἐλέφασι καὶ αὐτὴ ἔχουσα προνομεύει τε καὶ ἐπιλαμβάνεται καὶ προσφῦσα κατέχει κοτυληδόνι κατὰ τὸ ἄκρον ἐοικυῖαν. ἐκ δὲ αὐτῆς ὀδοὺς προκύπτει, κεντοῦσα πίνει τοῦ αἵματοςπίνει μὲν γὰρ καὶ γάλακτος, ἡδὺ δὲ αὐτῇ καὶ τὸ αἷμαοὐ μετὰ μεγάλης ὀδύνης τῶν κεντουμένων. ἑξάπους δὲ οὖσα τοῖς μὲν τέσσαρσι βαδίξει μόνοις, τοῖς δὲ προσθίοις δυσὶ καὶ ὅσα χερσὶ χρῆται. ἴδοις ἂν οὖν αὐτὴν ἐπὶ τεττάρων βεβηκυῖαν ἔχουσάν τι ἐν τοῖν χεροῖν μετέωρον ἐδώδιμον, ἀνθρωπίνως πάνυ καὶ καθ᾽ ἡμᾶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: