This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῶν σοφῶν ἐκείνους μάλιστα ἔγωγέ φημι δεῖν ἐπαινεῖν, ὁπόσοι μὴ λόγους μόνον δεξιοὺς παρέσχοντο ὑπὲρ τῶν πραγμάτων ἑκάστων, ἀλλὰ καὶ
ἔργοις ὁμοίοις τὰς τῶν λόγων ὑποσχέσεις ἐπιστώσαντο. καὶ γὰρ τῶν ἰατρῶν ὅ γε νοῦν ἔχων
οὐ τοὺς ἄριστα ὑπὲρ τῆς τέχνης εἰπεῖν δυναμένους μεταστέλλεται νοσῶν, ἀλλὰ τοὺς πρᾶξαί τι κατ᾽
αὐτὴν μεμελετηκότας. ἀμείνων δὲ καὶ μουσικός,
οἶμαι, τοῦ διακρίνειν ῥυθμοὺς καὶ ἁρμονίας ἐπισταμένου ὁ καὶ ψᾶλαι καὶ κιθαρίσαι αὐτὸς δυνάμενος. τί γὰρ ἄν σοι τῶν στρατηγῶν λέγοιμι τοὺς εἰκότως ἀρίστους κριθέντας, ὅτι οὐ τάττειν μόνον καὶ παραινεῖν ἦσαν ἀγαθοί, ἀλλὰ καὶ προμάχεσθαι τῶν ἄλλων καὶ χειρὸς ἔργα ἐπιδείκνυσθαι; οἷον πάλαι μὲν Ἀγαμέμνονα καὶ Ἀχιλλέα, τῶν κάτω δὲ τὸν Ἀλέξανδρον καὶ Πύρρον ἴσμεν γεγονότας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.