previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8] καὶ τὰ μὲν τῶν ἄλλων ἐχέτω ὅπῃ βούλεται: ἡμῖν δὲ ἀναγκαῖον, οἶμαι, τὰ ἡμέτερα αὐτῶν εἰδέναι, ὅπως τε πάλαι διέκειτο καὶ ὅπως νῦν ἔχει καὶ τί ποιοῦσι λῷον ἔσται: ὅτι μὲν δὴ ἐν κρημνοῖς [p. 26] τε οἰκοῦμεν αὐτοὶ καὶ πέτρας γεωργοῦμεν, οὐχ Ὅμηρον χρὴ περιμένειν δηλώσοντα ἡμῖν, ἀλλ᾽ ὁρᾶν πάρεστι ταῦτα. καὶ ὅσον ἐπὶ τῇ γῇ, βαθεῖ λιμῷ ἀεὶ συνῆμεν ἄν, τὸ δ᾽ ἱερὸν καὶ Πύθιος καὶ τὸ χρηστήριον καὶ οἱ θύοντες καὶ οἱ εὐσεβοῦντες, ταῦτα Δελφῶν τὰ πεδία, ταῦτα πρόσοδος, ἐντεῦθεν εὐπορία, ἐντεῦθεν αἱ τροφαὶχρὴ γὰρ τἀληθῆ πρός γε ἡμᾶς αὐτοὺς λέγεινκαὶ τὸ λεγόμενον ὑπὸ τῶν ποιητῶν, ἄσπαρτα ἡμῖν καὶ ἀνήροτα φύεται τὰ πάντα 'ὑπὸ γεωργῷ τῷ θεῷ, ὃς οὐ μόνον τὰ παρὰ τοῖς Ἕλλησιν ἀγαθὰ γιγνόμενα παρέχει, ἀλλ᾽ εἴ τι ἐν Φρυξὶν Λυδοῖς Πέρσαις Ἀσσυρίοις Φοίνιξιν Ἰταλιώταις Ὑπερβορέοις αὐτοῖς, πάντα ἐς Δελφοὺς ἀφικνεῖται. καὶ τὰ δεύτερα μετὰ τὸν θεὸν ἡμεῖς τιμώμεθα ὑφ᾽ ἁπάντων καὶ εὐποροῦμεν καὶ εὐδαιμονοῦμεν: ταῦτα τὸ ἀρχαῖον, ταῦτα τὸ μέχρι νῦν καὶ μὴ παυσαίμεθά γε οὕτω βιοῦντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: