This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὔτε Ἀκραγαντίνων, ὦ ἄνδρες Δελφοί, πρόξενος
ὢν οὔτε ἰδιόξενος αὐτοῦ Φαλάριδος οὔτ᾽
ἄλλην ἔχων πρὸς αὐτὸν ἢ εὐνοίας ἰδίαν αἰτίαν ἢ μελλούσης φιλίας ἐλπίδα, τῶν δὲ πρέσβεων
ἀκούσας τῶν ἡκόντων παρ᾽ αὐτοῦ ἐπιεικῆ καὶ
μέτρια διεξιόντων, καὶ τὸ εὐσεβὲς ἅμα καὶ τὸ
[p. 22]
κοινῇ συμφέρον καὶ μάλιστα τὸ Δελφοῖς πρέπον προορώμενος ἀνέστην παραινέσων ὑμῖν μήτε ὑβρίζειν ἄνδρα δυνάστην εὐσεβοῦντα μήτε ἀνάθημα ἤδη τῷ θεῷ καθωμολογημένον ἀπαλλοτριοῦν, καὶ ταῦτα τριῶν τῶν μεγίστων ὑπόμνημα εἰς ἀεὶ γενησόμενον, τέχνης καλλίστης καὶ ἐπινοίας κακίστης καὶ δικαίας κολάσεως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.