previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

105. εἰς δὲ τὴν τῶν Ὠρειτῶν χώραν διὰ τῶν παρόδων παρεισελθὼν ταχέως ἅπασαν ὑπήκοον ἐποιήσατο. οἱ δὲ Ὠρεῖται τὰ μὲν ἄλλα παραπλήσια τοῖς Ἰνδοῖς ἔχουσιν, ἓν δὲ ἐξηλλαγμένον καὶ παντελῶς ἄπιστον. [2] τῶν γὰρ τελευτησάντων παρ᾽ αὐτοῖς τὰ σώματα ἐκφέρουσιν οἱ συγγενεῖς γυμνοὶ λόγχας ἔχοντες, εἰς δὲ τοὺς ἐπὶ τῆς χώρας δρυμοὺς θέντες τὸ σῶμα τὸν μὲν περικείμενον τῷ νεκρῷ κόσμον περιαιροῦνται, τὸ δὲ σῶμα τοῦ τετελευτηκότος καταλείπουσι βορὰν τοῖς θηρίοις: τὰς δ᾽ ἐσθῆτας διελόμενοι θύουσι τοῖς κατὰ γῆν ἥρωσι καὶ τῶν οἰκείων ὑποδοχὴν ποιοῦνται. [3]

μετὰ δὲ ταῦθ᾽ Ἀλέξανδρος προῆγεν ἐπὶ τὴν Κεδρωσίαν, παρὰ θάλατταν τὴν πορείαν ποιούμενος, καὶ κατήντησεν εἰς ἔθνος ἄξενον καὶ παντελῶς θηριῶδες. [4] τούς τε γὰρ ὄνυχας οἱ τῇδε κατοικοῦντες ἐκ γενετῆς αὔξουσι μέχρι γήρως καὶ τὸ τρίχωμα πεπιλωμένον ἐῶσι, τὸ δὲ χρῶμα διὰ τὴν τοῦ ἡλίου θερμότητα κατακεκαυμένον ἔχουσι καὶ δορὰς θηρίων περιβέβληνται. [5] σιτοῦνται δὲ τὰ ἐκβαλλόμενα κήτη σαρκοφαγοῦντες καὶ τὰς οἰκήσεις κατασκευάζουσι τοὺς μὲν τοίχους ἀνοικοδομοῦντες, τὰς δ᾽ ὀροφὰς ἐκ τῶν τοῦ κήτους πλευρῶν, ἐξ ὧν ὀκτωκαιδεκαπήχεις δοκοὶ κατηρτίζοντο: ἀντὶ δὲ τῶν κεράμων ταῖς φολίσι τῶν ζῴων τὰς στέγας κατεκάλυπτον. [6] δὲ Ἀλέξανδρος διελθὼν τοῦτο τὸ ἔθνος ἐπιπόνως διὰ σπάνιν τροφῆς ἐνέβαλεν εἰς χώραν ἔρημον καὶ πάντων τῶν εἰς τὸ ζῆν χρησίμων σπανίζουσαν. πολλῶν δὲ διὰ τὴν ἔνδειαν διαφθειρομένων τε δύναμις τῶν Μακεδόνων ἠθύμησεν καὶ Ἀλέξανδρος ἐνέπεσεν οὐκ εἰς τὴν τυχοῦσαν λύπην τε καὶ φροντίδα: δεινὸν γὰρ ἐφαίνετο τοὺς ἀρετῇ καὶ τοῖς ὅπλοις ἅπαντας ὑπερβαλομένους ἐν ἐρήμῳ χώρᾳ πάντων σπανίζοντας ἀκλεῶς ἀπόλλυσθαι. [7] διόπερ εὐζώνους ἄνδρας ἐξέπεμψεν εἰς τὴν Παρθυαίαν καὶ Δραγγινὴν καὶ Ἀρίαν καὶ τὰς ἄλλας τὰς πλησιοχώρους τῇ ἐρήμῳ, προστάξας ταχέως ἀγαγεῖν ἐπὶ τὰς ἐμβολὰς τῆς Καρμανίας δρομάδας καμήλους καὶ τὰ νωτοφορεῖν εἰωθότα τῶν φορτίων, γεμίσαντας σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων. [8] οὗτοι μὲν οὖν ὀξέως διανύσαντες πρὸς τοὺς σατράπας τούτων τῶν ἐπαρχιῶν ἐποίησαν παρακομισθῆναι πολλὴν ἀγορὰν ἐπὶ τὸν ὡρισμένον τόπον. δὲ Ἀλέξανδρος τὸ μὲν πρῶτον διὰ τὴν ἀβοήθητον ἔνδειαν πολλοὺς ἀπέβαλε τῶν στρατιωτῶν, μετὰ δὲ ταῦτα κατὰ τὴν πορείαν ὄντος αὐτοῦ τῶν Ὠρειτῶν τινες ἐπιθέμενοι τοῖς περὶ τὸν Λεοννάτον τεταγμένοις καὶ συχνοὺς καταβαλόντες ἀπέφυγον εἰς τὴν ἑαυτῶν χώραν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: