previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

85. τοῦ δὲ δήμου τὸν λόγον ἀποδεξαμένου καὶ τοῦ περὶ τῆς πρεσβείας ψηφίσματος ὑπὸ Δημοσθένους γραφέντος μὲν δῆμος ἐζήτει τὸν δυνατώτατον εἰπεῖν: δὲ Δημοσθένης ὑπήκουσε προθύμως πρὸς τὴν χρείαν. τέλος δ᾽ ὀξέως πρεσβεύσας καὶ πείσας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας. δὲ δῆμος τῇ τῶν Βοιωτῶν συμμαχίᾳ διπλασάσας τὴν προϋπάρχουσαν δύναμιν ἀνεθάρρησε ταῖς ἐλπίσιν. [2] εὐθὺ δὲ καὶ στρατηγοὺς κατέστησε τοὺς περὶ Χάρητα καὶ Λυσικλέα καὶ πανδημεὶ μετὰ τῶν ὅπλων ἐξέπεμψε τοὺς στρατιώτας εἰς τὴν Βοιωτίαν. τῶν δὲ νέων ἁπάντων προθύμως εἰς τὸν ἀγῶνα καταντώντων οὗτοι μὲν κατὰ σπουδὴν ὁδοιπορήσαντες ἧκον εἰς Χαιρώνειαν τῆς Βοιωτίας: οἱ δὲ Βοιωτοὶ θαυμάσαντες τὴν ὀξύτητα τῆς τῶν Ἀθηναίων παρουσίας καὶ αὐτοὶ σπουδῆς οὐδὲν ἐλλείποντες ἀπήντησαν μετὰ τῶν ὅπλων καὶ κοινῇ στρατοπεδεύσαντες ὑπέμενον τὴν τῶν πολεμίων ἔφοδον. [3] Φίλιππος δὲ τὸ μὲν πρῶτον ἐξέπεμψεν ἐπὶ τὸ κοινὸν τῶν Βοιωτῶν πρέσβεις, ὧν ἦν ἐπιφανέστατος Πύθων. οὗτος γὰρ διαβεβοημένος ἐπὶ τῇ τοῦ λόγου δεινότητι καὶ συγκριθεὶς παρὰ τοῖς Βοιωτοῖς κατὰ τὴν περὶ τῆς συμμαχίας δημηγορίαν πρὸς Δημοσθένην τῶν μὲν ἄλλων ἐπρώτευσεν, τούτου δὲ ἐφάνη καταδεέστερος. [4] καὶ Δημοσθένης δὲ αὐτὸς ὡς μέγα τι κατειργασμένος ἐν τοῖς συγγεγραμμένοις ὑπ᾽ αὐτοῦ λόγοις συμνύνεται τῇ πρὸς τὸν ῥήτορα τοῦτον δημηγορίᾳ ἐν οἷς λέγειτότ᾽ ἐγὼ μὲν τῷ Πύθωνι θρασυνομένῳ καὶ πολλῷ ῥέοντι καθ᾽ ὑμῶν οὐχ ὑπεχώρησα.”Dem. 18.136 [5] μετὰ δὲ ταῦθ᾽ Φίλιππος ἀποτυχὼν τῆς τῶν Βοιωτῶν συμμαχίας οὐδὲν ἧττον ἔκρινε πρὸς ἀμφοτέρους διαγωνίσασθαι: διὸ καὶ προσαναμείνας τοὺς ἀφυστεροῦντας τῶν συμμάχων ἧκεν εἰς τὴν Βοιωτίαν, ἔχων πεζοὺς μὲν πλείους τῶν τρισμυρίων, ἱππεῖς δὲ οὐκ ἔλαττον τῶν δισχιλίων. [6] ἀμφοτέρων δὲ πρὸς τὴν μάχην εὐτρεπῶν γενομένων τοῖς μὲν φρονήμασι καὶ ταῖς προθυμίαις, ἔτι δὲ ταῖς ἀνδραγαθίαις ἐφάμιλλοι καθειστήκεισαν, τῷ δὲ πλήθει καὶ τῇ κατὰ τὴν στρατηγίαν ἀρετῇ προεῖχεν βασιλεύς. [7] πολλὰς γὰρ καὶ ποικίλας παρατάξεις ἠγωνισμένος καὶ ἐν ταῖς πλείσταις μάχαις νενικηκὼς μεγάλην εἶχεν ἐμπειρίαν τῶν κατὰ πόλεμον ἔργων. παρὰ δὲ τοῖς Ἀθηναίοις οἱ μὲν ἀγαθώτατοι τῶν στρατηγῶν ἐτετελευτήκεισαν, Ἰφικράτης καὶ Χαβρίας, ἔτι δὲ Τιμόθεος, τῶν δ᾽ ὑπολελειμμένων Χάρης πρωτεύων οὐδὲν διέφερε τῶν τυχόντων ἰδιωτῶν κατὰ τὴν ἐν τῷ στρατηγεῖν ἐνέργειαν καὶ βουλήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: