previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

68.

τοῦ δὲ Διονυσίου κυριεύοντος τῶν Συρακουσσῶν Ἱκέτας ἔχων περὶ ἑαυτὸν ἀξιόλογον δύναμιν ἐστράτευσεν ἐπὶ τὰς Συρακούσσας καὶ τὸ μὲν πρῶτον χάρακα βαλόμενος περὶ τὸ Ὀλυμπιεῖον διεπολέμει τῷ κρατοῦντι τῆς πόλεως τυράννῳ, [2] χρονιζούσης δὲ τῆς πολιορκίας καὶ τῶν ἐπιτηδείων ἐκλιπόντων μὲν Ἱκέτας ἀνέζευξεν εἰς Λεοντίνουςἐκ ταύτης γὰρ ὡρμᾶτο τῆς πόλεως): δὲ Διονύσιος ἐπακολουθήσας αὐτοῖς καὶ καταλαβὼν τὴν οὐραγίαν συνεστήσατο μάχην. [3] δ᾽ Ἱκέτας ἐπιστρέψας ἐπὶ τὸν Διονύσιον συνῆψε μάχην καὶ πλείους τῶν τρισχιλίων μισθοφόρων ἀνελὼν τοὺς λοιποὺς φυγεῖν ἠνάγκασεν. ὀξεῖ δὲ τῷ διωγμῷ χρησάμενος καὶ συνεισπεσὼν τοῖς φεύγουσιν εἰς τὴν πόλιν ἐκράτησε τῶν Συρακουσσῶν πλὴν τῆς Νήσου. καὶ τὰ μὲν περὶ τὸν Ἱκέταν καὶ Διονύσιον ἐν τούτοις ἦν. [4]

Τιμολέων δὲ μετὰ τὴν κατάληψιν τῶν Συρακουσσῶν τρισὶν ἡμέραις ὕστερον κατέπλευσεν εἰς τὸ Ῥήγιον καὶ καθωρμίσθη πλησίον τῆς πόλεως. [5] ἐπικαταπλευσάντων δὲ καὶ τῶν Καρχηδονίων εἴκοσι τριήρεσι καὶ τῶν Ῥηγίνων συνεργούντων τῷ Τιμολέοντι καὶ κοινὴν ἐκκλησίαν ἐν τῇ πόλει συναγαγόντων καὶ περὶ συλλύσεως δημηγορούντων οἱ μὲν Καρχηδόνιοι διαλαβόντες τὸν Τιμολέοντα πεισθήσεσθαι τὸν εἰς Κόρινθον ἀπόπλουν ποιήσασθαι ῥᾳθύμως εἶχον τὰ κατὰ τὰς φυλακάς, δὲ Τιμολέων οὐδεμίαν ἔμφασιν διδοὺς τοῦ δρασμοῦ αὐτὸς μὲν πλησίον τοῦ βήματος ἔμεινε, λάθρᾳ δὲ παρήγγειλε τὰς ἐννέα ναῦς ἀποπλεῦσαι τὴν ταχίστην. [6] περισπωμένων δὲ τῶν Καρχηδονίων ταῖς ψυχαῖς περὶ τοὺς ἐγκαθέτως δημηγοροῦντας μακρῶς τῶν Ῥηγίνων ἔλαθεν Τιμολέων διαδρὰς ἐπὶ τὴν ὑπολελειμμένην ναῦν καὶ ταχέως ἐξέπλευσεν. οἱ δὲ Καρχηδόνιοι καταστρατηγηθέντες ἐπεβάλοντο διώκειν τοὺς περὶ τὸν Τιμολέοντα. [7] ἐκείνων δὲ προειληφότων ἱκανὸν διάστημα καὶ τῆς νυκτὸς ἐπιλαβούσης ἔφθασαν οἱ περὶ τὸν Τιμολέοντα ἀποπλεύσαντες εἰς τὸ Ταυρομένιον. [8] δὲ τῆς πόλεως ταύτης ἡγούμενος, διὰ παντὸς πεφρονηκὼς τὰ τῶν Συρακοσίων, Ἀνδρόμαχος, φιλοφρόνως ὑπεδέξατο τοὺς διωκομένους καὶ πολλὰ συνεβάλετο πρὸς τὴν σωτηρίαν αὐτῶν. [9] μετὰ δὲ ταῦτα μὲν Ἱκέτας ἀναλαβὼν τῶν στρατιωτῶν τοὺς ἀρίστους πεντακισχιλίους ἐστράτευσεν ἐπὶ τοὺς Ἀδρανίτας ἀντιπράττοντας αὐτῷ καὶ πλησίον τῆς πόλεως κατεστρατοπέδευσεν: δὲ Τιμολέων προσλαβόμενος παρὰ τῶν Ταυρομενίων στρατιώτας ἀνέζευξεν ἐκ τοῦ Ταυρομενίου, τοὺς ἅπαντας ἔχων οὐ πλείους τῶν χιλίων. [10] ἀρχομένης δὲ τῆς νυκτὸς ἀφορμήσας καὶ διανύσας ἐπὶ τὸ Ἄδρανον δευτεραῖος ἀνελπίστως ἐπέθετο τοῖς περὶ τὸν Ἱκέταν δειπνοποιουμένοις: παρεισπεσὼν δ᾽ εἰς τὴν παρεμβολὴν καὶ φονεύσας πλείους τῶν τριακοσίων, ζωγρήσας δὲ περὶ ἑξακοσίους τῆς παρεμβολῆς ἐκράτησε. [11] τούτῳ δὲ τῷ στρατηγήματι ἕτερον ἐπεισάγων παραχρῆμα ἐπὶ τὰς Συρακούσσας ἀφώρμησε καὶ δρομαῖος τὴν ὁδὸν διανύσας ἀπροσδοκήτως προσέπεσε ταῖς Συρακούσσαις, καταταχήσας τοὺς ἀπὸ τῆς τροπῆς φεύγοντας. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: