previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

31. κἀκεῖθεν εἰς Κοτύωρα πόλιν παρεγενήθησαν Ἑλληνίδα, Σινωπέων ἄποικον. ἐν ταύτῃ δὲ πεντήκονθ᾽ ἡμέρας διέτριψαν τοὺς περιοίκους τῆς Παφλαγονίας τε καὶ τοὺς ἄλλους βαρβάρους λῃστεύοντες. Ἡρακλεῶται δὲ καὶ Σινωπεῖς ἀπέστειλαν αὐτοῖς πλοῖα, δι᾽ ὧν αὐτοί τε καὶ τὰ σκευοφόρα διεκομίσθησαν. [2] δὲ Σινώπη Μιλησίων μὲν ἦν ἄποικος, κειμένη δ᾽ ἐν τῇ Παφλαγονίᾳ μέγιστον εἶχεν ἀξίωμα τῶν περὶ τοὺς τόπους: ἐν δὴ καθ᾽ ἡμᾶς ἔσχε Μιθριδάτης πρὸς Ῥωμαίους διαπολεμήσας τὰ μέγιστα βασίλεια. [3] παρεγενήθη δὲ καὶ ἐνταῦθα Χειρίσοφος πρὸς τὰς τριήρεις ἀπεσταλμένος ἄπρακτος. οὐ μὴν ἀλλ᾽ οἱ Σινωπεῖς φιλοφρόνως αὐτοὺς ξενίσαντες ἀπέπεμψαν αὐτοὺς κατὰ θάλατταν εἰς Ἡράκλειαν, Μεγαρέων ἄποικον: καὶ καθωρμίσθη πᾶς στόλος πρὸς τὴν Ἀχερουσίαν χερρόνησον, ὅπου φασὶν Ἡρακλέα τὸν ἐξ ᾄδου Κέρβερον ἀναγαγεῖν. [4] ἐκεῖθεν δὲ πεζῇ διὰ Βιθυνίας πορευόμενοι κινδύνοις περιέπιπτον, τῶν ἐγχωρίων ἐξαπτομένων κατὰ τὴν πορείαν. μόγις οὖν διεσώθησαν εἰς Χρυσόπολιν τῆς Χαλκηδονίασοἱ περιλειφθέντες ἀπὸ μυρίων ὀκτακισχίλιοι τριακόσιοι. [5] ἐκεῖθεν δὲ ῥᾳδίως ἤδη τὸ λοιπὸν τινὲς μὲν διεσώθησαν εἰς τὰς πατρίδας, οἱ δὲ λοιποὶ περὶ τὴν Χερρόνησον ἀθροισθέντες ἐπόρθουν τὴν παρακειμένην Θρᾳκῶν χώραν. μὲν οὖν ἐπ᾽ Ἀρταξέρξην Κύρου στρατεία τοιοῦτον ἔσχε τὸ τέλος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: