previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

40. ὑπακουσάντων δὲ τῶν Ἀθηναίων, οἱ μὲν περὶ τὸν Θεμιστοκλέα πρέσβεις προῆγον εἰς τὴν Σπάρτην, οἱ δὲ Ἀθηναῖοι μετὰ μεγάλης σπουδῆς ᾠκοδόμουν τὰ τείχη, οὔτ᾽ οἰκίας οὔτε τάφου φειδόμενοι. συνελαμβάνοντο δὲ τῶν ἔργων οἵ τε παῖδες καὶ αἱ γυναῖκες καὶ καθόλου πᾶς ξένος καὶ δοῦλος, οὐδενὸς ἀπολειπομένου τῆς προθυμίας. [2] παραδόξως δὲ τῶν ἔργων ἀνυομένων διά τε τὰς πολυχειρίας καὶ τὰς τῶν ἁπάντων προθυμίας, μὲν Θεμιστοκλῆς ἀνακληθεὶς ὑπὸ τῶν ἀρχόντων καὶ ἐπιτιμηθεὶς περὶ τῆς τειχοποιίας ἠρνήσατο τὴν οἰκοδομίαν, καὶ παρεκάλεσε τοὺς ἄρχοντας μὴ πιστεύειν κεναῖς φήμαις, ἀλλ᾽ ἀποστέλλειν πρέσβεις ἀξιοπίστους εἰς τὰς Ἀθήνας: διὰ γὰρ τούτων εἴσεσθαι τἀληθές: καὶ τούτων ἐγγυητὴν ἑαυτὸν παρεδίδου καὶ τοὺς μεθ᾽ ἑαυτοῦ συμπρεσβεύοντας. [3] πεισθέντες δὲ οἱ Λακεδαιμόνιοι τοὺς μὲν περὶ τὸν Θεμιστοκλέα παρεφύλαττον, εἰς δὲ τὰς Ἀθήνας ἀπέστειλαν τοὺς ἐπιφανεστάτους κατασκεψομένους, περὶ ὧν ἦν χρεία πολυπραγμονῆσαι. τοῦ δὲ χρόνου διεξελθόντος, οἱ μὲν Ἀθηναῖοι τὸ τεῖχος ἔφθασαν ἐφ᾽ ἱκανὸν κατεσκευακότες, τοὺς δὲ τῶν Λακεδαιμονίων πρέσβεις ἐλθόντας εἰς τὰς Ἀθήνας καὶ μετ᾽ ἀνατάσεων καὶ ἀπειλῶν ἐπιτιμῶντας παρέδωκαν εἰς φυλακήν, φήσαντες τότε ἀφήσειν, ὅταν κἀκεῖνοι τοὺς περὶ Θεμιστοκλέα πρέσβεις ἀπολύσωσι. [4] τούτῳ δὲ τῷ τρόπῳ καταστρατηγηθέντες οἱ Λάκωνες ἠναγκάσθησαν ἀπολῦσαι τοὺς Ἀθηναίων πρέσβεις, ἵνα τοὺς ἰδίους ἀπολάβωσιν. δὲ Θεμιστοκλῆς τοιούτῳ στρατηγήματι τειχίσας τὴν πατρίδα συντόμως καὶ ἀκινδύνως, μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ τοῖς πολίταις. [5]

ἅμα δὲ τούτοις πραττομένοις Ῥωμαίοις πρὸς Αἰκολανοὺς καὶ τοὺς τὸ Τοῦσκλον κατοικοῦντας συνέστη πόλεμος, καὶ πρὸς μὲν Αἰκολανοὺς μάχην συνάψαντες ἐνίκησαν καὶ πολλοὺς τῶν πολεμίων ἀνεῖλον, μετὰ δὲ ταῦτα τὸ Τοῦσκλον ἐξεπολιόρκησαν καὶ τὴν τῶν Αἰκολανῶν πόλιν ἐχειρώσαντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: