previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ τοὺς Ἰδαίους Δακτύλους ἱστοροῦσι γενέσθαι Κούρητας ἐννέα. τούτους δ᾽ οἱ μὲν μυθολογοῦσι γεγονέναι γηγενεῖς, οἱ δ᾽ ἀπογόνους τῶν Ἰδαίων Δακτύλων. κατοικεῖν δ᾽ αὐτοὺς τῶν ὀρῶν τοὺς συνδένδρους καὶ φαραγγώδεις τόπους καὶ τὸ σύνολον τοὺς ἔχοντας σκέπην καὶ ὑπόδυσιν φυσικήν, διὰ τὸ μήπω κατασκευὰς οἰκιῶν εὑρῆσθαι. [2] διενεγκόντας δ᾽ αὐτοὺς συνέσει πολλὰ τῶν κοινῇ χρησίμων καταδεῖξαι: τάς τε γὰρ ποίμνας τῶν προβάτων τούτους ἀθροῖσαι πρώτους καὶ τὰ γένη τῶν ἄλλων βοσκημάτων ἐξημερῶσαι καὶ τὰ περὶ τὰς μελιττουργίας καταδεῖξαι. [3] ὁμοίως δὲ καὶ τὰ περὶ τὴν τοξικὴν καὶ τὰς κυνηγίας εἰσηγήσασθαι, καὶ τῆς πρὸς ἀλλήλους κοινῆς ὁμιλίας καὶ συμβιώσεως, ἔτι δ᾽ ὁμονοίας καί τινος εὐταξίας ἀρχηγοὺς γενέσθαι. [p. 92] [4] εὑρεῖν δὲ καὶ ξίφη καὶ κράνη καὶ τὰς ἐνοπλίους ὀρχήσεις, δι᾽ ὧν ποιοῦντας μεγάλους ψόφους ἀπατᾶν τὸν Κρόνον. φασὶ δ᾽ αὐτοὺς τὸν Δία, λάθρᾳ τοῦ πατρὸς Κρόνου παραδούσης Ῥέας τῆς μητρός, ὑποδέξασθαι καὶ θρέψαι: περὶ οὗ τὰ κατὰ μέρος μέλλοντας ἡμᾶς δηλοῦν ἀναγκαῖον ἀναλαβεῖν μικρὸν ἀνωτέρω τὴν διήγησιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: