μυθολογοῦσι δ᾽ αὐτὰς τὸ παλαιὸν θρέψαι τὸν Δία λάθρᾳ τοῦ πατρὸς Κρόνου, ἀνθ᾽ ὧν αὐτὰς εἰς τὸν οὐρανὸν ἀναβιβασθῆναι καὶ καταστερισθείσας ἄρκτους προσαγορευθῆναι: [2] περὶ ὧν καὶ τὸν Ἄρατον συμφωνοῦντα τούτοις τεθεικέναι κατὰ τὴν τῶν ἄστρων ποίησιν,
[3] οὐκ ἄξιον δὲ παραλιπεῖν τὴν περὶ τὰς θεὰς ἁγνείαν τε καὶ τὴν κατ᾽ ἀνθρώπους ἐπιφάνειαν. τιμῶσι δ᾽ αὐτὰς οὐ μόνον οἱ ταύτην τὴν πόλιν οἰκοῦντες, ἀλλὰ καί τινες τῶν ἄλλων περιοίκων θυσίαις τε μεγαλοπρεπέσι καὶ ταῖς ἄλλαις τιμαῖς ἀποσεμνύνουσι τὰς θεάς. [4] ἐνίαις δὲ πόλεσι καὶ πυθόχρηστοι χρησμοὶ προσέταξαν τιμᾶν τὰς θεάς: ἔσεσθαι γὰρ τοῖς τοιούτοις τούς τε τῶν ἰδιωτῶν βίους εὐδαίμονας καὶ τὰς πόλεις εὐθενήσειν. τέλος δὲ προβαινούσης [p. 525] ἐπὶ πολὺ τῆς κατὰ τὰς θεὰς ἐπιφανείας, οἱ μὲν ἐγχώριοι πολλοῖς ἀναθήμασιν ἀργυροῖς καὶ χρυσοῖς διετέλεσαν τιμῶντες ἄχρι τῶνδε τῶν ἱστοριῶν γραφομένων. [5] νεὼν μὲν γὰρ αὐταῖς κατεσκεύασαν οὐ μόνον τῷ μεγέθει διάφορον, ἀλλὰ καὶ τῇ πολυτελείᾳ τῇ κατὰ τὴν οἰκοδομίαν θαυμαζόμενον: οὐκ ἔχοντες γὰρ κατὰ τὴν ἰδίαν χώραν λίθον ἀξιόλογον παρὰ τῶν ἀστυγειτόνων Ἀγυριναίων ἤγαγον, τῶν μὲν πόλεων διεστηκυιῶν ὡς ἑκατὸν σταδίους, τῆς δ᾽ ὁδοῦ δι᾽ ἧς ἀνάγκη κομίζεσθαι τοὺς λίθους ὑπαρχούσης τραχείας καὶ παντελῶς δυσπορεύτου: δἰ ἣν αἰτίαν κατασκευάσαντες ἁμάξας τετρακύκλους ἑκατὸν ζεύγεσι βοῶν ἐκόμισαν τὸν λίθον. [6] διὰ γὰρ τὸ πλῆθος τῶν ἱερῶν χρημάτων εὐπορούμενοι, τῇ δαψιλείᾳ τῆς εὐπορίας ὑπερεῖδον τῶν ἀναλωμάτων: βραχὺ γὰρ πρὸ ἡμῶν εἶχον αἱ θεαὶ βοῦς μὲν ἱερὰς τρισχιλίας, χώρας δὲ πλῆθος ὥστε λαμβάνειν μεγάλας προσόδους.
ἔμπαλιν εἰς ὤμους τετραμμέναι: εἰ ἐτεόν γε
Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι
οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα
Δίκτῳ ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο
ἄντρῳ ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτόν,
Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύσαντο.