[2] καὶ τότε μὲν διὰ τὴν μετ᾽ Ἰάσονος στρατείαν ἀσχοληθείς, ὕστερον δὲ λαβὼν καιρὸν ἐπὶ τὴν Τροίαν ἐστράτευσεν, ὡς μέν τινές φασι, ναυσὶ μακραῖς ὀκτωκαίδεκα, ὡς δὲ Ὅμηρος γέγραφεν, ἓξ ταῖς ἁπάσαις, ἐν οἷς παρεισάγει τὸν υἱὸν αὐτοῦ Τληπόλεμον λέγοντα
ἀλλ᾽ οἷόν τινά φασι βίην Ἡρακληείην
εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα, θυμολέοντα,
ὅς ποτε δεῦρ᾽ ἐλθὼν ἕνεχ᾽ ἵππων Λαομέδοντος
ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ᾽ ἀγυιάς.