previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ Ψαμμήτιχον ὕστερον τέτταρσι γενεαῖς Ἀπρίης ἐβασίλευσεν ἔτη δυσὶ πλείω τῶν εἴκοσι. στρατεύσας δὲ δυνάμεσιν ἁδραῖς πεζαῖς τε καὶ ναυτικαῖς ἐπὶ Κύπρον καὶ Φοινίκην Σιδῶνα μὲν κατὰ κράτος εἷλε, τὰς δ᾽ ἄλλας τὰς ἐν τῇ Φοινίκῃ πόλεις καταπληξάμενος προσηγάγετο: ἐνίκησε δὲ καὶ ναυμαχίᾳ μεγάλῃ Φοίνικάς τε καὶ Κυπρίους, καὶ λαφύρων ἀθροίσας πλῆθος ἐπανῆλθεν εἰς Αἴγυπτον. [2] μετὰ δὲ ταῦτα δύναμιν πέμψας ἁδρὰν τῶν ὁμοεθνῶν ἐπὶ Κυρήνην καὶ Βάρκην, καὶ τὸ πλεῖστον αὐτῆς ἀποβαλών, ἀλλοτρίους ἔσχε τοὺς διασωθέντας: ὑπολαβόντες γὰρ αὐτὸν ἐπ᾽ ἀπωλείᾳ συντάξαι τὴν στρατείαν, ὅπως ἀσφαλέστερον ἄρχῃ τῶν λοιπῶν Αἰγυπτίων, ἀπέστησαν. [3] ἀποσταλεὶς δὲ πρὸς τούτους ὑπὸ τοῦ βασιλέως Ἄμασις, ἀνὴρ ἐμφανὴς Αἰγύπτιος, τῶν μὲν ῥηθέντων ὑπ᾽ αὐτοῦ πρὸς ὁμόνοιαν [p. 117] ἐντολῶν ἠμέλησε, τοὐναντίον δ᾽ ἐκείνους προτρεψάμενος εἰς ἀλλοτριότητα συναπέστη καὶ βασιλεὺς αὐτὸς ᾑρέθη. [4] μετ᾽ οὐ πολὺν δὲ χρόνον καὶ τῶν ἄλλων ἐγχωρίων ἁπάντων συνεπιθεμένων, βασιλεὺς διαπορούμενος ἠναγκάσθη καταφυγεῖν ἐπὶ τοὺς μισθοφόρους, ὄντας εἰς τρισμυρίους. [5] γενομένης οὖν παρατάξεως περὶ τὴν Μάρειαν κώμην, καὶ τῶν Αἰγυπτίων τῇ μάχῃ κρατησάντων, μὲν Ἀπρίης ζωγρηθεὶς ἀνήχθη καὶ στραγγαλισθεὶς ἐτελεύτησεν, Ἄμασις δὲ διατάξας τὰ κατὰ τὴν βασιλείαν ὥς ποτ᾽ ἔδοξεν αὐτῷ συμφέρειν, ἦρχε νομίμως τῶν Αἰγυπτίων καὶ μεγάλης ἐτύγχανεν ἀποδοχῆς. [6] κατεστρέψατο δὲ καὶ τὰς ἐν Κύπρῳ πόλεις καὶ πολλὰ τῶν ἱερῶν ἐκόσμησεν ἀναθήμασιν ἀξιολόγοις. βασιλεύσας δ᾽ ἔτη πέντε πρὸς τοῖς πεντήκοντα κατέστρεψε τὸν βίον καθ᾽ ὃν χρόνον Καμβύσης τῶν Περσῶν βασιλεὺς ἐστράτευσεν ἐπὶ τὴν Αἴγυπτον, κατὰ τὸ τρίτον ἔτος τῆς ἑξηκοστῆς καὶ τρίτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Παρμενίδης Καμαριναῖος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: