Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[349α]
‘συνακολούθησον πρὸς Διονύσιον ἁπάσῃ μηχανῇ.’ ᾠχόμεθα οὖν καὶ εἰσήλθομεν παρ᾽ αὐτόν, καὶ τὼ μὲν ἑστάτην σιγῇ δακρύοντε, ἐγὼ δὲ εἶπον: ‘οἵδε πεφόβηνται μή τι σὺ παρὰ τὰ χθὲς ὡμολογημένα ποιήσῃς περὶ Ἡρακλείδην νεώτερον: δοκεῖ γάρ μοι ταύτῃ πῃ γεγονέναι φανερὸς ἀποτετραμμένος.’ ὁ δὲ ἀκούσας ἀνεφλέχθη τε καὶ παντοδαπὰ χρώματα ἧκεν, οἷ᾽ ἂν θυμούμενος ἀφείη: προσπεσὼν δ᾽ αὐτῷ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.