Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[348ε]
αὐτῷ φλαῦρον γίγνεσθαι, μεταστῆναι δ᾽ ἐκ τῆς χώρας, ἕως ἂν ἄλλο τι Διονυσίῳ δόξῃ. ταῦτα,’ ἔφη, ‘συγχωρεῖς;’ λέγων πρὸς τὸν Διονύσιον. ‘συγχωρῶ: μηδ᾽ ἂν πρὸς τῇ σῇ,’ ἔφη, ‘φανῇ οἰκίᾳ, πείσεσθαι φλαῦρον μηδὲν παρὰ τὰ νῦν εἰρημένα.’ τῇ δὴ μετὰ ταύτην τὴν ἡμέραν δείλης Εὐρύβιος καὶ Θεοδότης προσηλθέτην μοι σπουδῇ τεθορυβημένω θαυμαστῶς, καὶ Θεοδότης λέγει, ‘Πλάτων,’ ἔφη, ‘παρῆσθα χθὲς οἷς περὶ Ἡρακλείδου Διονύσιος ὡμολόγει πρὸς ἐμὲ καὶ σέ;’ ‘πῶς δὲ οὔκ;’ ἔφην. ‘νῦν τοίνυν,’ ἦ δ᾽ ὅς, ‘περιθέουσιν πελτασταὶ λαβεῖν Ἡρακλείδην ζητοῦντες, ὁ δὲ εἶναί πῃ ταύτῃ κινδυνεύει: ἀλλ᾽ ἡμῖν,’ ἔφη,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.