Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[337β]
πόλις ἐν αὑτῇ στασιάσασα, ἀλλὰ στάσεις καὶ ἔχθραι καὶ μίση καὶ ἀπιστίαι ταῖς οὕτω διατεθείσαις πόλεσιν αὐταῖς πρὸς αὑτὰς ἀεὶ γίγνεσθαι φιλεῖ. τοὺς δὴ κρατήσαντας ἀεὶ χρή, ὅτανπερ ἐπιθυμήσωσιν σωτηρίας, αὐτοὺς ἐν αὑτοῖς ἄνδρας προκρῖναι τῶν Ἑλλήνων οὓς ἂν πυνθάνωνται ἀρίστους ὄντας, πρῶτον μὲν γέροντας, καὶ παῖδας καὶ γυναῖκας κεκτημένους οἴκοι καὶ προγόνους αὑτῶν ὅτι μάλιστα πολλούς τε καὶ ἀγαθοὺς καὶ ὀνομαστοὺς καὶ κτῆσιν κεκτημένους πάντας
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.