Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[362δ]
ἔθιζε οὖν αὐτοὺς καὶ ἀνάγκαζε φράζειν καὶ ταῦτα καὶ τὰ ἄλλα: σὲ γὰρ δεῖ εἰδέναι τε τὰ πάντα κατὰ δύναμιν καὶ κριτὴν εἶναι καὶ μὴ φεύγειν τὸ εἰδέναι. πάντων γὰρ ἄριστόν σοι ἔσται πρὸς τὴν ἀρχήν: τὰ γὰρ ἀναλώματα ὀρθῶς ἀναλισκόμενα καὶ ὀρθῶς ἀποδιδόμενα πρός τε τἆλλα καὶ πρὸς αὐτὴν τὴν τῶν χρημάτων κτῆσιν καὶ σὺ δὴ φῂς ἀγαθὸν εἶναι καὶ φήσεις. μὴ οὖν σε διαβαλλόντων πρὸς τοὺς ἀνθρώπους οἱ κήδεσθαί σου φάσκοντες: τοῦτο γὰρ οὔτε ἀγαθὸν οὔτε καλὸν πρὸς δόξαν σοι, δοκεῖν δυσσύμβολον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.