”Trag. Gr. Frag. Adesp. 347χρυσίου δὲ σπάνει ἀπολλύμενον οὐδεὶς πεποίηκεν. κἀκεῖνο δὲ τὸ ποίημα τοῖς νοῦν ἔχουσιν οὐ κακῶς ἔχειν δοκεῖ—
“οὐ χρυσὸς ἀγλαὸς σπανιώτατος ἐν θνατῶν δυσελπί-
στῳ βίῳ,
οὐδ᾽ ἀδάμας οὐδ᾽ ἀργύρου κλῖναι πρὸς ἄνθρωπον
δοκιμαζόμεν᾽ ἀστράπτει πρὸς ὄψεις:
οὐδὲ γαίας εὐρυπέδου γόνιμοι βρίθοντες αὐτάρκεις
γύαι,
ὡς ἀγαθῶν ἀνδρῶν ὁμοφράδμων νόησις.
”Lyr. Gr. Frag. Adesp. 138