Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[761δ]
καὶ ξηρὰν ἄφθονον, ἐπ᾽ ὀνήσει καμνόντων τε νόσοις καὶ πόνοις τετρυμένα γεωργικοῖς σώματα δεχομένους εὐμενῶς, ἰατροῦ δέξιν μὴ πάνυ σοφοῦ βελτίονα συχνῷ.ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα πάντα κόσμος τε καὶ ὠφελία τοῖς τόποις γίγνοιτ᾽ ἂν μετὰ παιδιᾶς οὐδαμῇ ἀχαρίτου: σπουδὴ δὲ περὶ ταῦτα ἥδε ἔστω. τοὺς ἑξήκοντα ἑκάστους τὸν αὑτῶν τόπον φυλάττειν, μὴ μόνον πολεμίων ἕνεκα ἀλλὰ καὶ τῶν φίλων φασκόντων εἶναι: γειτόνων δὲ καὶ τῶν ἄλλων πολιτῶν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.