[314δ]
ἄνομοι ἀνομίᾳ ἄνομοι;Ἑταῖρος
ναί.Σωκράτης
οἱ δὲ νόμιμοι δίκαιοι;Ἑταῖρος
ναί.Σωκράτης
οἱ δὲ ἄνομοι ἄδικοι;Ἑταῖρος
ἄδικοι.Σωκράτης
οὐκοῦν κάλλιστον ἡ δικαιοσύνη τε καὶ ὁ νόμος;Ἑταῖρος
οὕτως.Σωκράτης
αἴσχιστον δὲ ἡ ἀδικία τε καὶ ἡ ἀνομία;Ἑταῖρος
ναί.Σωκράτης
καὶ τὸ μὲν σῴζει τὰς πόλεις καὶ τἆλλα πάντα, τὸ δὲ ἀπόλλυσι καὶ ἀνατρέπει;Ἑταῖρος
ναί.Σωκράτης
ὡς περὶ καλοῦ ἄρα τινὸς ὄντος δεῖ τοῦ νόμου διανοεῖσθαι, καὶ ὡς ἀγαθὸν αὐτὸ ζητεῖν.Ἑταῖρος
πῶς δ᾽ οὔ;Σωκράτης
οὐκοῦν δόγμα ἔφαμεν εἶναι πόλεως τὸν νόμον;