previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[583α]

τριῶν ἄρ᾽ οὐσῶν τῶν ἡδονῶν τούτου τοῦ μέρους τῆς ψυχῆς μανθάνομεν ἡδίστη ἂν εἴη, καὶ ἐν ἡμῶν τοῦτο ἄρχει, τούτου βίος ἥδιστος;

πῶς δ᾽ οὐ μέλλει; ἔφη: κύριος γοῦν ἐπαινέτης ὢν ἐπαινεῖ τὸν ἑαυτοῦ βίον φρόνιμος.

τίνα δὲ δεύτερον, εἶπον, βίον καὶ τίνα δευτέραν ἡδονήν φησιν κριτὴς εἶναι;

δῆλον ὅτι τὴν τοῦ πολεμικοῦ τε καὶ φιλοτίμου: ἐγγυτέρω γὰρ αὐτοῦ ἐστιν τοῦ χρηματιστοῦ.

ὑστάτην δὴ τὴν τοῦ φιλοκερδοῦς, ὡς ἔοικεν.

τί μήν; δ᾽ ὅς. [583β]

ταῦτα μὲν τοίνυν οὕτω δύ᾽ ἐφεξῆς ἂν εἴη καὶ δὶς νενικηκὼς δίκαιος τὸν ἄδικον: τὸ δὲ τρίτον Ὀλυμπικῶς τῷ σωτῆρί τε καὶ τῷ Ὀλυμπίῳ Διί, ἄθρει ὅτι οὐδὲ παναληθής ἐστιν τῶν ἄλλων ἡδονὴ πλὴν τῆς τοῦ φρονίμου οὐδὲ καθαρά, ἀλλ᾽ ἐσκιαγραφημένη τις, ὡς ἐγὼ δοκῶ μοι τῶν σοφῶν τινος ἀκηκοέναι. καίτοι τοῦτ᾽ ἂν εἴη μέγιστόν τε καὶ κυριώτατον τῶν πτωμάτων.

πολύ γε: ἀλλὰ πῶς λέγεις; [583ξ]

ὧδ᾽, εἶπον, ἐξευρήσω, σοῦ ἀποκρινομένου ζητῶν ἅμα.

Ἐρώτα δή, ἔφη.

λέγε δή, ἦν δ᾽ ἐγώ: οὐκ ἐναντίον φαμὲν λύπην ἡδονῇ;

καὶ μάλα.

οὐκοῦν καὶ τὸ μήτε χαίρειν μήτε λυπεῖσθαι εἶναί τι;

εἶναι μέντοι.

μεταξὺ τούτοιν ἀμφοῖν ἐν μέσῳ ὂν ἡσυχίαν τινὰ περὶ ταῦτα τῆς ψυχῆς; οὐχ οὕτως αὐτὸ λέγεις;

οὕτως, δ᾽ ὅς.

ἆρ᾽ οὖν μνημονεύεις, ἦν δ᾽ ἐγώ, τοὺς τῶν καμνόντων λόγους, οὓς λέγουσιν ὅταν κάμνωσιν;

ποίους;

ὡς οὐδὲν ἄρα ἐστὶν ἥδιον τοῦ ὑγιαίνειν, ἀλλὰ σφᾶς [583δ] ἐλελήθει, πρὶν κάμνειν, ἥδιστον ὄν.

μέμνημαι, ἔφη.

οὐκοῦν καὶ τῶν περιωδυνίᾳ τινὶ ἐχομένων ἀκούεις λεγόντων ὡς οὐδὲν ἥδιον τοῦ παύσασθαι ὀδυνώμενον;

ἀκούω.

καὶ ἐν ἄλλοις γε οἶμαι πολλοῖς τοιούτοις αἰσθάνῃ γιγνομένους τοὺς ἀνθρώπους, ἐν οἷς, ὅταν λυπῶνται, τὸ μὴ λυπεῖσθαι καὶ τὴν ἡσυχίαν τοῦ τοιούτου ἐγκωμιάζουσιν ὡς ἥδιστον, οὐ τὸ χαίρειν.

τοῦτο γάρ, ἔφη, τότε ἡδὺ ἴσως καὶ ἀγαπητὸν γίγνεται, ἡσυχία. [583ε]

καὶ ὅταν παύσηται ἄρα, εἶπον, χαίρων τις, τῆς ἡδονῆς ἡσυχία λυπηρὸν ἔσται.

ἴσως, ἔφη.

μεταξὺ ἄρα νυνδὴ ἀμφοτέρων ἔφαμεν εἶναι, τὴν ἡσυχίαν, τοῦτό ποτε ἀμφότερα ἔσται, λύπη τε καὶ ἡδονή.

ἔοικεν.

καὶ δυνατὸν τὸ μηδέτερα ὂν ἀμφότερα γίγνεσθαι;

οὔ μοι δοκεῖ.

καὶ μὴν τό γε ἡδὺ ἐν ψυχῇ γιγνόμενον καὶ τὸ λυπηρὸν κίνησίς τις ἀμφοτέρω ἐστόν: οὔ;

ναί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: