previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[582α] ἥδιον καὶ ἀλυπότερον, πῶς ἂν εἰδεῖμεν τίς αὐτῶν ἀληθέστατα λέγει;

οὐ πάνυ, ἔφη, ἔγωγε ἔχω εἰπεῖν.

ἀλλ᾽ ὧδε σκόπει: τίνι χρὴ κρίνεσθαι τὰ μέλλοντα καλῶς κριθήσεσθαι; ἆρ᾽ οὐκ ἐμπειρίᾳ τε καὶ φρονήσει καὶ λόγῳ; τούτων ἔχοι ἄν τις βέλτιον κριτήριον;

καὶ πῶς ἄν; ἔφη.

σκόπει δή: τριῶν ὄντων τῶν ἀνδρῶν τίς ἐμπειρότατος πασῶν ὧν εἴπομεν ἡδονῶν; πότερον φιλοκερδής, μανθάνων αὐτὴν τὴν ἀλήθειαν οἷόν ἐστιν, ἐμπειρότερος δοκεῖ σοι εἶναι τῆς [582β] ἀπὸ τοῦ εἰδέναι ἡδονῆς, φιλόσοφος τῆς ἀπὸ τοῦ κερδαίνειν;

πολύ, ἔφη, διαφέρει. τῷ μὲν γὰρ ἀνάγκη γεύεσθαι τῶν ἑτέρων ἐκ παιδὸς ἀρξαμένῳ: τῷ δὲ φιλοκερδεῖ, ὅπῃ πέφυκε τὰ ὄντα μανθάνοντι, τῆς ἡδονῆς ταύτης, ὡς γλυκεῖά ἐστιν, οὐκ ἀνάγκη γεύεσθαι οὐδ᾽ ἐμπείρῳ γίγνεσθαι, μᾶλλον δὲ καὶ προθυμουμένῳ οὐ ῥᾴδιον.

πολὺ ἄρα, ἦν δ᾽ ἐγώ, διαφέρει τοῦ γε φιλοκερδοῦς φιλόσοφος ἐμπειρίᾳ ἀμφοτέρων τῶν ἡδονῶν. [582ξ]

πολὺ μέντοι.

τί δὲ τοῦ φιλοτίμου; ἆρα μᾶλλον ἄπειρός ἐστι τῆς ἀπὸ τοῦ τιμᾶσθαι ἡδονῆς ἐκεῖνος τῆς ἀπὸ τοῦ φρονεῖν;

ἀλλὰ τιμὴ μέν, ἔφη, ἐάνπερ ἐξεργάζωνται ἐπὶ ἕκαστος ὥρμηκε, πᾶσιν αὐτοῖς ἕπεταικαὶ γὰρ πλούσιος ὑπὸ πολλῶν τιμᾶται καὶ ἀνδρεῖος καὶ σοφόςὥστε ἀπό γε τοῦ τιμᾶσθαι, οἷόν ἐστιν, πάντες τῆς ἡδονῆς ἔμπειροι: τῆς δὲ τοῦ ὄντος θέας, οἵαν ἡδονὴν ἔχει, ἀδύνατον ἄλλῳ γεγεῦσθαι πλὴν τῷ φιλοσόφῳ. [582δ]

ἐμπειρίας μὲν ἄρα, εἶπον, ἕνεκα κάλλιστα τῶν ἀνδρῶν κρίνει οὗτος.

πολύ γε.

καὶ μὴν μετά γε φρονήσεως μόνος ἔμπειρος γεγονὼς ἔσται.

τί μήν;

ἀλλὰ μὴν καὶ δι᾽ οὗ γε δεῖ ὀργάνου κρίνεσθαι, οὐ τοῦ φιλοκερδοῦς τοῦτο ὄργανον οὐδὲ τοῦ φιλοτίμου, ἀλλὰ τοῦ φιλοσόφου.

τὸ ποῖον;

διὰ λόγων που ἔφαμεν δεῖν κρίνεσθαι. γάρ;

ναί.

λόγοι δὲ τούτου μάλιστα ὄργανον.

πῶς δ᾽ οὔ;

οὐκοῦν εἰ μὲν πλούτῳ καὶ κέρδει ἄριστα ἐκρίνετο τὰ [582ε] κρινόμενα, ἐπῄνει φιλοκερδὴς καὶ ἔψεγεν, ἀνάγκη ἂν ἦν ταῦτα ἀληθέστατα εἶναι.

πολλή γε.

εἰ δὲ τιμῇ τε καὶ νίκῃ καὶ ἀνδρείᾳ, ἆρ᾽ οὐχ φιλότιμός τε καὶ φιλόνικος;

δῆλον.

ἐπειδὴ δ᾽ ἐμπειρίᾳ καὶ φρονήσει καὶ λόγῳ;

ἀνάγκη, ἔφη, φιλόσοφός τε καὶ φιλόλογος ἐπαινεῖ, ἀληθέστατα εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: