Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[499δ]
ἐκτὸς ὄντι τῆς ἡμετέρας ἐπόψεως, ἢ καὶ ἔπειτα γενήσεται, περὶ τούτου ἕτοιμοι τῷ λόγῳ διαμάχεσθαι, ὡς γέγονεν ἡ εἰρημένη πολιτεία καὶ ἔστιν καὶ γενήσεταί γε, ὅταν αὕτη ἡ Μοῦσα πόλεως ἐγκρατὴς γένηται. οὐ γὰρ ἀδύνατος γενέσθαι, οὐδ᾽ ἡμεῖς ἀδύνατα λέγομεν: χαλεπὰ δὲ καὶ παρ᾽ ἡμῶν ὁμολογεῖται.καὶ ἐμοί, ἔφη, οὕτω δοκεῖ.τοῖς δὲ πολλοῖς, ἦν δ᾽ ἐγώ, ὅτι οὐκ αὖ δοκεῖ, ἐρεῖς;ἴσως, ἔφη.ὦ μακάριε, ἦν δ᾽ ἐγώ, μὴ πάνυ οὕτω τῶν πολλῶν κατηγόρει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.