previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[478α] ὁμολογεῖται ἡμῖν.

ἕτερον.

ἐφ᾽ ἑτέρῳ ἄρα ἕτερόν τι δυναμένη ἑκατέρα αὐτῶν πέφυκεν;

ἀνάγκη.

ἐπιστήμη μέν γέ που ἐπὶ τῷ ὄντι, τὸ ὂν γνῶναι ὡς ἔχει;

ναί.

δόξα δέ, φαμέν, δοξάζειν;

ναί.

ταὐτὸν ὅπερ ἐπιστήμη γιγνώσκει; καὶ ἔσται γνωστόν τε καὶ δοξαστὸν τὸ αὐτό; ἀδύνατον;

ἀδύνατον, ἔφη, ἐκ τῶν ὡμολογημένων: εἴπερ ἐπ᾽ ἄλλῳ ἄλλη δύναμις πέφυκεν, δυνάμεις δὲ ἀμφότεραί ἐστον, δόξα τε [478β] καὶ ἐπιστήμη, ἄλλη δὲ ἑκατέρα, ὥς φαμεν, ἐκ τούτων δὴ οὐκ ἐγχωρεῖ γνωστὸν καὶ δοξαστὸν ταὐτὸν εἶναι.

οὐκοῦν εἰ τὸ ὂν γνωστόν, ἄλλο τι ἂν δοξαστὸν τὸ ὂν εἴη;

ἄλλο.

ἆρ᾽ οὖν τὸ μὴ ὂν δοξάζει; ἀδύνατον καὶ δοξάσαι τό γε μὴ ὄν; ἐννόει δέ. οὐχ δοξάζων ἐπὶ τὶ φέρει τὴν δόξαν; οἷόν τε αὖ δοξάζειν μέν, δοξάζειν δὲ μηδέν;

ἀδύνατον.

ἀλλ᾽ ἕν γέ τι δοξάζει δοξάζων;

ναί.

ἀλλὰ μὴν μὴ ὄν γε οὐχ ἕν τι ἀλλὰ μηδὲν ὀρθότατ᾽ ἂν [478ξ] προσαγορεύοιτο;

πάνυ γε.

μὴ ὄντι μὴν ἄγνοιαν ἐξ ἀνάγκης ἀπέδομεν, ὄντι δὲ γνῶσιν;

ὀρθῶς, ἔφη.

οὐκ ἄρα ὂν οὐδὲ μὴ ὂν δοξάζει;

οὐ γάρ.

οὔτε ἄρα ἄγνοια οὔτε γνῶσις δόξα ἂν εἴη;

οὐκ ἔοικεν.

ἄρ᾽ οὖν ἐκτὸς τούτων ἐστίν, ὑπερβαίνουσα γνῶσιν σαφηνείᾳ ἄγνοιαν ἀσαφείᾳ;

οὐδέτερα.

ἀλλ᾽ ἆρα, ἦν δ᾽ ἐγώ, γνώσεως μέν σοι φαίνεται δόξα σκοτωδέστερον, ἀγνοίας δὲ φανότερον;

καὶ πολύ γε, ἔφη. [478δ]

ἐντὸς δ᾽ ἀμφοῖν κεῖται;

ναί.

μεταξὺ ἄρα ἂν εἴη τούτοιν δόξα.

κομιδῇ μὲν οὖν.

οὐκοῦν ἔφαμεν ἐν τοῖς πρόσθεν, εἴ τι φανείη οἷον ἅμα ὄν τε καὶ μὴ ὄν, τὸ τοιοῦτον μεταξὺ κεῖσθαι τοῦ εἰλικρινῶς ὄντος τε καὶ τοῦ πάντως μὴ ὄντος, καὶ οὔτε ἐπιστήμην οὔτε ἄγνοιαν ἐπ᾽ αὐτῷ ἔσεσθαι, ἀλλὰ τὸ μεταξὺ αὖ φανὲν ἀγνοίας καὶ ἐπιστήμης;

ὀρθῶς.

νῦν δέ γε πέφανται μεταξὺ τούτοιν δὴ καλοῦμεν δόξαν;

πέφανται. [478ε]

ἐκεῖνο δὴ λείποιτ᾽ ἂν ἡμῖν εὑρεῖν, ὡς ἔοικε, τὸ ἀμφοτέρων μετέχον, τοῦ εἶναί τε καὶ μὴ εἶναι, καὶ οὐδέτερον εἰλικρινὲς ὀρθῶς ἂν προσαγορευόμενον, ἵνα, ἐὰν φανῇ, δοξαστὸν αὐτὸ εἶναι ἐν δίκῃ προσαγορεύωμεν, τοῖς μὲν ἄκροις τὰ ἄκρα, τοῖς δὲ μεταξὺ τὰ μεταξὺ ἀποδιδόντες. οὐχ οὕτως;

οὕτω.

τούτων δὴ ὑποκειμένων λεγέτω μοι, φήσω, καὶ ἀποκρινέσθω

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: