previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[432α] ἑκατέρα ἐνοῦσα μὲν σοφήν, δὲ ἀνδρείαν τὴν πόλιν παρείχετο, οὐχ οὕτω ποιεῖ αὕτη, ἀλλὰ δι᾽ ὅλης ἀτεχνῶς τέταται διὰ πασῶν παρεχομένη συνᾴδοντας τούς τε ἀσθενεστάτους ταὐτὸν καὶ τοὺς ἰσχυροτάτους καὶ τοὺς μέσους, εἰ μὲν βούλει, φρονήσει, εἰ δὲ βούλει, ἰσχύι, εἰ δέ, καὶ πλήθει χρήμασιν ἄλλῳ ὁτῳοῦν τῶν τοιούτων: ὥστε ὀρθότατ᾽ ἂν φαῖμεν ταύτην τὴν ὁμόνοιαν σωφροσύνην εἶναι, χείρονός τε καὶ ἀμείνονος κατὰ φύσιν συμφωνίαν ὁπότερον δεῖ ἄρχειν καὶ ἐν πόλει καὶ ἐν ἑνὶ ἑκάστῳ. [432β]

πάνυ μοι, ἔφη, συνδοκεῖ.

εἶεν, ἦν δ᾽ ἐγώ: τὰ μὲν τρία ἡμῖν ἐν τῇ πόλει κατῶπται, ὥς γε οὑτωσὶ δόξαι: τὸ δὲ δὴ λοιπὸν εἶδος, δι᾽ ἂν ἔτι ἀρετῆς μετέχοι πόλις, τί ποτ᾽ ἂν εἴη; δῆλον γὰρ ὅτι τοῦτ᾽ ἐστὶν δικαιοσύνη.

δῆλον.

οὐκοῦν, Γλαύκων, νῦν δὴ ἡμᾶς δεῖ ὥσπερ κυνηγέτας τινὰς θάμνον κύκλῳ περιίστασθαι προσέχοντας τὸν νοῦν, μή πῃ διαφύγῃ δικαιοσύνη καὶ ἀφανισθεῖσα ἄδηλος γένηται. [432ξ] φανερὸν γὰρ δὴ ὅτι ταύτῃ πῃ ἔστιν: ὅρα οὖν καὶ προθυμοῦ κατιδεῖν, ἐάν πως πρότερος ἐμοῦ ἴδῃς καὶ ἐμοὶ φράσῃς.

εἰ γὰρ ὤφελον, ἔφη. ἀλλὰ μᾶλλον, ἐάν μοι ἑπομένῳ χρῇ καὶ τὰ δεικνύμενα δυναμένῳ καθορᾶν, πάνυ μοι μετρίως χρήσῃ.

ἕπου, ἦν δ᾽ ἐγώ, εὐξάμενος μετ᾽ ἐμοῦ.

ποιήσω ταῦτα, ἀλλὰ μόνον, δ᾽ ὅς, ἡγοῦ.

καὶ μήν, εἶπον ἐγώ, δύσβατός γέ τις τόπος φαίνεται καὶ ἐπίσκιος: ἔστι γοῦν σκοτεινὸς καὶ δυσδιερεύνητος. ἀλλὰ γὰρ ὅμως ἰτέον. [432δ]

ἰτέον γάρ, ἔφη.

καὶ ἐγὼ κατιδών, ἰοὺ ἰού, εἶπον, Γλαύκων: κινδυνεύομέν τι ἔχειν ἴχνος, καί μοι δοκεῖ οὐ πάνυ τι ἐκφευξεῖσθαι ἡμᾶς.

εὖ ἀγγέλλεις, δ᾽ ὅς.

μήν, ἦν δ᾽ ἐγώ, βλακικόν γε ἡμῶν τὸ πάθος.

τὸ ποῖον;

πάλαι, μακάριε, φαίνεται πρὸ ποδῶν ἡμῖν ἐξ ἀρχῆς κυλινδεῖσθαι, καὶ οὐχ ἑωρῶμεν ἄρ᾽ αὐτό, ἀλλ᾽ ἦμεν καταγελαστότατοι: ὥσπερ οἱ ἐν ταῖς χερσὶν ἔχοντες ζητοῦσιν [432ε] ἐνίοτε ἔχουσιν, καὶ ἡμεῖς εἰς αὐτὸ μὲν οὐκ ἀπεβλέπομεν, πόρρω δέ ποι ἀπεσκοποῦμεν, δὴ καὶ ἐλάνθανεν ἴσως ἡμᾶς.

πῶς, ἔφη, λέγεις;

οὕτως, εἶπον, ὡς δοκοῦμέν μοι καὶ λέγοντες αὐτὸ καὶ ἀκούοντες πάλαι οὐ μανθάνειν ἡμῶν αὐτῶν, ὅτι ἐλέγομεν τρόπον τινὰ αὐτό.

μακρόν, ἔφη, τὸ προοίμιον τῷ ἐπιθυμοῦντι ἀκοῦσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: