Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[422β]
πρὸς δὲ δύο τοιαύτας ῥᾷον.πῶς εἶπες; ἦ δ᾽ ὅς.πρῶτον μέν που, εἶπον, ἐὰν δέῃ μάχεσθαι, ἆρα οὐ πλουσίοις ἀνδράσι μαχοῦνται αὐτοὶ ὄντες πολέμου ἀθληταί;ναὶ τοῦτό γε, ἔφη.τί οὖν, ἦν δ᾽ ἐγώ, ὦ Ἀδείμαντε; εἷς πύκτης ὡς οἷόν τε κάλλιστα ἐπὶ τοῦτο παρεσκευασμένος δυοῖν μὴ πύκταιν, πλουσίοιν δὲ καὶ πιόνοιν, οὐκ ἂν δοκεῖ σοι ῥᾳδίως μάχεσθαι;οὐκ ἂν ἴσως, ἔφη, ἅμα γε.οὐδ᾽ εἰ ἐξείη, ἦν δ᾽ ἐγώ, ὑποφεύγοντι τὸν πρότερον ἀεὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.