previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[379α] καὶ σὺ ἐν τῷ παρόντι, ἀλλ᾽ οἰκισταὶ πόλεως: οἰκισταῖς δὲ τοὺς μὲν τύπους προσήκει εἰδέναι ἐν οἷς δεῖ μυθολογεῖν τοὺς ποιητάς, παρ᾽ οὓς ἐὰν ποιῶσιν οὐκ ἐπιτρεπτέον, οὐ μὴν αὐτοῖς γε ποιητέον μύθους.

ὀρθῶς, ἔφη: ἀλλ᾽ αὐτὸ δὴ τοῦτο, οἱ τύποι περὶ θεολογίας τίνες ἂν εἶεν;

τοιοίδε πού τινες, ἦν δ᾽ ἐγώ: οἷος τυγχάνει θεὸς ὤν, ἀεὶ δήπου ἀποδοτέον, ἐάντέ τις αὐτὸν ἐν ἔπεσιν ποιῇ ἐάντε ἐν μέλεσιν ἐάντε ἐν τραγῳδίᾳ.

δεῖ γάρ. [379β]

οὐκοῦν ἀγαθὸς γε θεὸς τῷ ὄντι τε καὶ λεκτέον οὕτω;

τί μήν;

ἀλλὰ μὴν οὐδέν γε τῶν ἀγαθῶν βλαβερόν: γάρ;

οὔ μοι δοκεῖ.

ἆρ᾽ οὖν μὴ βλαβερὸν βλάπτει;

οὐδαμῶς.

δὲ μὴ βλάπτει κακόν τι ποιεῖ;

οὐδὲ τοῦτο.

δέ γε μηδὲν κακὸν ποιεῖ οὐδ᾽ ἄν τινος εἴη κακοῦ αἴτιον;

πῶς γάρ;

τί δέ; ὠφέλιμον τὸ ἀγαθόν;

ναί.

αἴτιον ἄρα εὐπραγίας;

ναί.

οὐκ ἄρα πάντων γε αἴτιον τὸ ἀγαθόν, ἀλλὰ τῶν μὲν εὖ ἐχόντων αἴτιον, τῶν δὲ κακῶν ἀναίτιον. [379ξ]

παντελῶς γ᾽, ἔφη.

οὐδ᾽ ἄρα, ἦν δ᾽ ἐγώ, θεός, ἐπειδὴ ἀγαθός, πάντων ἂν εἴη αἴτιος, ὡς οἱ πολλοὶ λέγουσιν, ἀλλὰ ὀλίγων μὲν τοῖς ἀνθρώποις αἴτιος, πολλῶν δὲ ἀναίτιος: πολὺ γὰρ ἐλάττω τἀγαθὰ τῶν κακῶν ἡμῖν, καὶ τῶν μὲν ἀγαθῶν οὐδένα ἄλλον αἰτιατέον, τῶν δὲ κακῶν ἄλλ᾽ ἄττα δεῖ ζητεῖν τὰ αἴτια, ἀλλ᾽ οὐ τὸν θεόν.

ἀληθέστατα, ἔφη, δοκεῖς μοι λέγειν.

οὐκ ἄρα, ἦν δ᾽ ἐγώ, ἀποδεκτέον οὔτε Ὁμήρου οὔτ᾽ ἄλλου [379δ] ποιητοῦ ταύτην τὴν ἁμαρτίαν περὶ τοὺς θεοὺς ἀνοήτως ἁμαρτάνοντος καὶ λέγοντος—“ὡς δοιοί τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
κηρῶν ἔμπλειοι, μὲν ἐσθλῶν, αὐτὰρ δειλῶν:
Hom. Il. 24.527-8καὶ μὲν ἂν μείξας Ζεὺς δῷ ἀμφοτέρων,“ἄλλοτε μέν τε κακῷ γε κύρεται, ἄλλοτε δ᾽ ἐσθλῷ:
Hom. Il. 24.530 δ᾽ ἂν μή, ἀλλ᾽ ἄκρατα τὰ ἕτερα,“τὸν δὲ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει:
Hom. Il. 24.532 [379ε] οὐδ᾽ ὡς ταμίας ἡμῖν Ζεὺς

ἀγαθῶν τε κακῶν τε τέτυκται.

unknown
τὴν δὲ τῶν ὅρκων καὶ σπονδῶν σύγχυσιν, ἣν Πάνδαρος συνέχεεν, ἐάν τις φῇ δι᾽ Ἀθηνᾶς τε καὶ Διὸς γεγονέναι, οὐκ ἐπαινεσόμεθα, οὐδὲ θεῶν ἔριν τε καὶ κρίσιν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: