Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[327ξ]
καὶ ὀλίγῳ ὕστερον ὅ τε Πολέμαρχος ἧκε καὶ Ἀδείμαντος ὁ τοῦ Γλαύκωνος ἀδελφὸς καὶ Νικήρατος ὁ Νικίου καὶ ἄλλοι τινὲς ὡς ἀπὸ τῆς πομπῆς.ὁ οὖν Πολέμαρχος ἔφη: ὦ Σώκρατες, δοκεῖτέ μοι πρὸς ἄστυ ὡρμῆσθαι ὡς ἀπιόντες.οὐ γὰρ κακῶς δοξάζεις, ἦν δ᾽ ἐγώ.ὁρᾷς οὖν ἡμᾶς, ἔφη, ὅσοι ἐσμέν;πῶς γὰρ οὔ;ἢ τοίνυν τούτων, ἔφη, κρείττους γένεσθε ἢ μένετ᾽ αὐτοῦ.οὐκοῦν, ἦν δ᾽ ἐγώ, ἔτι ἓν λείπεται, τὸ ἢν πείσωμεν ὑμᾶς ὡς χρὴ ἡμᾶς ἀφεῖναι;ἦ καὶ δύναισθ᾽ ἄν, ἦ δ᾽ ὅς, πεῖσαι μὴ ἀκούοντας;οὐδαμῶς, ἔφη ὁ Γλαύκων.ὡς τοίνυν μὴ ἀκουσομένων, οὕτω διανοεῖσθε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.