[540ε]
εὖ καὶ κακῶς ἱππαζομένους: ἀλλ᾽ εἴ σ᾽ ἐγὼ ἠρόμην: ‘ποτέρᾳ δὴ τέχνῃ, ὦ Ἴων, γιγνώσκεις τοὺς εὖ ἱππαζομένους ἵππους; ᾗ ἱππεὺς εἶ ἢ ᾗ κιθαριστής;’ τί ἄν μοι ἀπεκρίνω;Ἴων
ἧι ἱππεύς, ἔγωγ᾽ ἄν.Σωκράτης
οὐκοῦν εἰ καὶ τοὺς εὖ κιθαρίζοντας διεγίγνωσκες, ὡμολόγεις ἄν, ᾗ κιθαριστὴς εἶ, ταύτῃ διαγιγνώσκειν, ἀλλ᾽ οὐχ ᾗ ἱππεύς.Ἴων
ναί.Σωκράτης
ἐπειδὴ δὲ τὰ στρατιωτικὰ γιγνώσκεις, πότερον ᾗ στρατηγικὸς εἶ γιγνώσκεις ἢ ᾗ ῥαψῳδὸς ἀγαθός;Ἴων
οὐδὲν ἔμοιγε δοκεῖ διαφέρειν.