[297ε]
Ἱππίας
οὐκ ἔν γε τῷ παρόντι, ἀλλ᾽, ὥσπερ ἄρτι ἔλεγον, σκεψάμενος εὖ οἶδ᾽ ὅτι εὑρήσω.Σωκράτης
ἀλλ᾽ ἐγώ μοι δοκῶ ὑπὸ ἐπιθυμίας τοῦ εἰδέναι οὐχ οἷός τε σὲ εἶναι περιμένειν μέλλοντα: καὶ γὰρ οὖν δή τι καὶ οἶμαι ἄρτι ηὐπορηκέναι. ὅρα γάρ: εἰ ὃ ἂν χαίρειν ἡμᾶς ποιῇ, μήτι πάσας τὰς ἡδονάς, ἀλλ᾽ ὃ ἂν διὰ τῆς ἀκοῆς καὶ τῆς ὄψεως, τοῦτο φαῖμεν εἶναι καλόν, πῶς τι ἄρ᾽ ἂν ἀγωνιζοίμεθα;