[97δ]
τούτου οὕτως ἔχοντος, ὅτι δή ποτε πολὺ τιμιωτέρα ἡ ἐπιστήμη τῆς ὀρθῆς δόξης, καὶ δι᾽ ὅτι τὸ μὲν ἕτερον, τὸ δὲ ἕτερόν ἐστιν αὐτῶν.Σωκράτης
οἶσθα οὖν δι᾽ ὅτι θαυμάζεις, ἢ ἐγώ σοι εἴπω;Μένων
πάνυ γ᾽ εἰπέ.Σωκράτης
ὅτι τοῖς Δαιδάλου ἀγάλμασιν οὐ προσέσχηκας τὸν νοῦν: ἴσως δὲ οὐδ᾽ ἔστιν παρ᾽ ὑμῖν.Μένων
πρὸς τί δὲ δὴ τοῦτο λέγεις;Σωκράτης
ὅτι καὶ ταῦτα, ἐὰν μὲν μὴ δεδεμένα ᾖ, ἀποδιδράσκει καὶ δραπετεύει, ἐὰν δὲ δεδεμένα, παραμένει.