previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[82α] νῦν ἐρωτᾷς εἰ ἔχω σε διδάξαι, ὃς οὔ φημι διδαχὴν εἶναι ἀλλ᾽ ἀνάμνησιν, ἵνα δὴ εὐθὺς φαίνωμαι αὐτὸς ἐμαυτῷ τἀναντία λέγων.

Μένων
οὐ μὰ τὸν Δία, Σώκρατες, οὐ πρὸς τοῦτο βλέψας εἶπον, ἀλλ᾽ ὑπὸ τοῦ ἔθους: ἀλλ᾽ εἴ πώς μοι ἔχεις ἐνδείξασθαι ὅτι ἔχει ὥσπερ λέγεις, ἔνδειξαι.

Σωκράτης
ἀλλ᾽ ἔστι μὲν οὐ ῥᾴδιον, ὅμως δὲ ἐθέλω προθυμηθῆναι σοῦ ἕνεκα. ἀλλά μοι προσκάλεσον τῶν πολλῶν [82β] ἀκολούθων τουτωνὶ τῶν σαυτοῦ ἕνα, ὅντινα βούλει, ἵνα ἐν τούτῳ σοι ἐπιδείξωμαι.

Μένων
πάνυ γε. δεῦρο πρόσελθε.

Σωκράτης
Ἕλλην μέν ἐστι καὶ ἑλληνίζει;

Μένων
πάνυ γε σφόδρα, οἰκογενής γε.

Σωκράτης
πρόσεχε δὴ τὸν νοῦν ὁπότερ᾽ ἄν σοι φαίνηται, ἀναμιμνῃσκόμενος μανθάνων παρ᾽ ἐμοῦ.

Μένων
ἀλλὰ προσέξω.

Σωκράτης
εἰπὲ δή μοι, παῖ, γιγνώσκεις τετράγωνον χωρίον ὅτι τοιοῦτόν ἐστιν;

Παῖς
ἔγωγε.

Σωκράτης
ἔστιν οὖν [82ξ] τετράγωνον χωρίον ἴσας ἔχον τὰς γραμμὰς ταύτας πάσας, τέτταρας οὔσας;

Παῖς
πάνυ γε.

Σωκράτης
οὐ καὶ ταυτασὶ τὰς διὰ μέσου ἐστὶν ἴσας ἔχον;

Παῖς
ναί.

Σωκράτης
οὐκοῦν εἴη ἂν τοιοῦτον χωρίον καὶ μεῖζον καὶ ἔλαττον;

Παῖς
πάνυ γε.

Σωκράτης
εἰ οὖν εἴη αὕτη πλευρὰ δυοῖν ποδοῖν καὶ αὕτη δυοῖν, πόσων ἂν εἴη ποδῶν τὸ ὅλον; ὧδε δὲ σκόπει: εἰ ἦν ταύτῃ δυοῖν ποδοῖν, ταύτῃ δὲ ἑνὸς ποδὸς μόνον, ἄλλο τι ἅπαξ ἂν ἦν δυοῖν ποδοῖν τὸ χωρίον;

Παῖς
[82δ] ναί.

Σωκράτης
ἐπειδὴ δὲ δυοῖν ποδοῖν καὶ ταύτῃ, ἄλλο τι δὶς δυοῖν γίγνεται;

Παῖς
γίγνεται.

Σωκράτης
δυοῖν ἄρα δὶς γίγνεται ποδῶν;

Παῖς
ναί.

Σωκράτης
πόσοι οὖν εἰσιν οἱ δύο δὶς πόδες; λογισάμενος εἰπέ.

Παῖς
τέτταρες, Σώκρατες.

Σωκράτης
οὐκοῦν γένοιτ᾽ ἂν τούτου τοῦ χωρίου ἕτερον διπλάσιον, τοιοῦτον δέ, ἴσας ἔχον πάσας τὰς γραμμὰς ὥσπερ τοῦτο;

Παῖς
ναί.

Σωκράτης
πόσων οὖν ἔσται ποδῶν;

Παῖς
ὀκτώ.

Σωκράτης
φέρε δή, πειρῶ μοι εἰπεῖν πηλίκη τις ἔσται [82ε] ἐκείνου γραμμὴ ἑκάστη. μὲν γὰρ τοῦδε δυοῖν ποδοῖν: τί δὲ ἐκείνου τοῦ διπλασίου;

Παῖς
δῆλον δή, Σώκρατες, ὅτι διπλασία.

Σωκράτης
ὁρᾷς, Μένων, ὡς ἐγὼ τοῦτον οὐδὲν διδάσκω, ἀλλ᾽ ἐρωτῶ πάντα; καὶ νῦν οὗτος οἴεται εἰδέναι ὁποία ἐστὶν ἀφ᾽ ἧς τὸ ὀκτώπουν χωρίον γενήσεται: οὐ δοκεῖ σοι;

Μένων
ἔμοιγε.

Σωκράτης
οἶδεν οὖν;

Μένων
οὐ δῆτα.

Σωκράτης
οἴεται δέ γε ἀπὸ τῆς διπλασίας;

Μένων
ναί.

Σωκράτης
θεῶ δὴ αὐτὸν ἀναμιμνῃσκόμενον ἐφεξῆς, ὡς δεῖ ἀναμιμνῄσκεσθαι.

σὺ δέ μοι λέγε: ἀπὸ τῆς διπλασίας γραμμῆς φῂς τὸ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: