[76ε]
καὶ ὀσμὴν καὶ ἄλλα πολλὰ τῶν τοιούτων.Μένων
πάνυ μὲν οὖν.Σωκράτης
τραγικὴ γάρ ἐστιν, ὦ Μένων, ἡ ἀπόκρισις, ὥστε ἀρέσκει σοι μᾶλλον ἢ ἡ περὶ τοῦ σχήματος.Μένων
ἔμοιγε.Σωκράτης
ἀλλ᾽ οὐκ ἔστιν, ὦ παῖ Ἀλεξιδήμου, ὡς ἐγὼ ἐμαυτὸν πείθω, ἀλλ᾽ ἐκείνη βελτίων: οἶμαι δὲ οὐδ᾽ ἂν σοὶ δόξαι, εἰ μή, ὥσπερ χθὲς ἔλεγες, ἀναγκαῖόν σοι ἀπιέναι πρὸ τῶν μυστηρίων, ἀλλ᾽ εἰ περιμείναις τε καὶ μυηθείης.