[519δ]
εὖ παθόντες ὑπ᾽ αὐτῶν. καὶ τούτου τοῦ λόγου τί ἂν ἀλογώτερον εἴη πρᾶγμα, ἀνθρώπους ἀγαθοὺς καὶ δικαίους γενομένους, ἐξαιρεθέντας μὲν ἀδικίαν ὑπὸ τοῦ διδασκάλου, σχόντας δὲ δικαιοσύνην, ἀδικεῖν τούτῳ ᾧ οὐκ ἔχουσιν; οὐ δοκεῖ σοι τοῦτο ἄτοπον εἶναι, ὦ ἑταῖρε; ὡς ἀληθῶς δημηγορεῖν με ἠνάγκασας, ὦ Καλλίκλεις, οὐκ ἐθέλων ἀποκρίνεσθαι.Καλλίκλης
σὺ δ᾽ οὐκ ἂν οἷός τ᾽ εἴης λέγειν, εἰ μή τίς σοι ἀποκρίνοιτο;
σὺ δ᾽ οὐκ ἂν οἷός τ᾽ εἴης λέγειν, εἰ μή τίς σοι ἀποκρίνοιτο;