[498δ]
Καλλίκλης
ἀλλὰ μὰ Δί᾽ οὐκ οἶδ᾽ ὅτι λέγεις.Σωκράτης
οὐκ οἶσθ᾽ ὅτι τοὺς ἀγαθοὺς ἀγαθῶν φῂς παρουσίᾳ εἶναι ἀγαθούς, καὶ κακοὺς δὲ κακῶν; τὰ δὲ ἀγαθὰ εἶναι τὰς ἡδονάς, κακὰ δὲ τὰς ἀνίας;Καλλίκλης
ἔγωγε.Σωκράτης
οὐκοῦν τοῖς χαίρουσιν πάρεστιν τἀγαθά, αἱ ἡδοναί, εἴπερ χαίρουσιν;Καλλίκλης
πῶς γὰρ οὔ;Σωκράτης
οὐκοῦν ἀγαθῶν παρόντων ἀγαθοί εἰσιν οἱ χαίροντες;Καλλίκλης
ναί.Σωκράτης
τί δέ; τοῖς ἀνιωμένοις οὐ πάρεστιν τὰ κακά, αἱ λῦπαι;Καλλίκλης
πάρεστιν.