[497ε]
ὁμολογεῖσθαι: ἄθρει δέ) τοὺς ἀγαθοὺς οὐχὶ ἀγαθῶν παρουσίᾳ ἀγαθοὺς καλεῖς, ὥσπερ τοὺς καλοὺς οἷς ἂν κάλλος παρῇ;Καλλίκλης
ἔγωγε.Σωκράτης
τί δέ; ἀγαθοὺς ἄνδρας καλεῖς ἄφρονας καὶ δειλούς; οὐ γὰρ ἄρτι γε, ἀλλὰ τοὺς ἀνδρείους καὶ φρονίμους ἔλεγες: ἢ οὐ τούτους ἀγαθοὺς καλεῖς;Καλλίκλης
πάνυ μὲν οὖν.Σωκράτης
τί δέ; παῖδα ἀνόητον χαίροντα ἤδη εἶδες;Καλλίκλης
ἔγωγε.Σωκράτης
ἄνδρα δὲ οὔπω εἶδες ἀνόητον χαίροντα;Καλλίκλης
οἶμαι ἔγωγε: ἀλλὰ τί τοῦτο;